MATTHEW - Chapter 18

1 - εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων
2 - και προσκαλεσαμενος παιδιον εστησεν αυτο εν μεσω αυτων
3 - και ειπεν αμην λεγω υμιν εαν μη στραφητε και γενησθε ως τα παιδια ου μη εισελθητε εις την βασιλειαν των ουρανων
4 - οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων
5 - και ος εαν δεξηται εν παιδιον τοιουτο επι τω ονοματι μου εμε δεχεται
6 - ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε συμφερει αυτω ινα κρεμασθη μυλος ονικος περι τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης
7 - ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ ελθειν τα σκανδαλα πλην ουαι τω ανθρωπω δι ου το σκανδαλον ερχεται
8 - ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε εκκοψον αυτον και βαλε απο σου καλον σοι εστιν εισελθειν εις την ζωην κυλλον η χωλον η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον
9 - και ει ο οφθαλμος σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος
10 - ορατε μη καταφρονησητε ενος των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσι το προσωπον του πατρος μου του εν ουρανοις
11 -
12 - τι υμιν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφησει τα ενενηκοντα εννεα επι τα ορη και πορευθεις ζητει το πλανωμενον
13 - και εαν γενηται ευρειν αυτο αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις
14 - ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος υμων του εν ουρανοις ινα αποληται εν των μικρων τουτων
15 - εαν δε αμαρτηση [εις σε] ο αδελφος σου υπαγε ελεγξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησας τον αδελφον σου
16 - εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα
17 - εαν δε παρακουση αυτων ειπε τη εκκλησια εαν δε και της εκκλησιας παρακουση εστω σοι ωσπερ ο εθνικος και ο τελωνης
18 - αμην λεγω υμιν οσα εαν δησητε επι της γης εσται δεδεμενα εν ουρανω και οσα εαν λυσητε επι της γης εσται λελυμενα εν ουρανω
19 - παλιν [αμην] λεγω υμιν οτι εαν δυο συμφωνησωσιν εξ υμων επι της γης περι παντος πραγματος ου εαν αιτησωνται γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις
20 - ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα εκει ειμι εν μεσω αυτων
21 - τοτε προσελθων ο πετρος ειπεν αυτω κυριε ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω εως επτακις
22 - λεγει αυτω ο ιησους ου λεγω σοι εως επτακις αλλα εως εβδομηκοντακις επτα
23 - δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου
24 - αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εις οφειλετης μυριων ταλαντων
25 - μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος πραθηναι και την γυναικα και τα τεκνα και παντα οσα εχει και αποδοθηναι
26 - πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων μακροθυμησον επ εμοι και παντα αποδωσω σοι
27 - σπλαγχνισθεις δε ο κυριος του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω
28 - εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω εκατον δηναρια και κρατησας αυτον επνιγεν λεγων αποδος ει τι οφειλεις
29 - πεσων ουν ο συνδουλος αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και αποδωσω σοι
30 - ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εις φυλακην εως αποδω το οφειλομενον
31 - ιδοντες ουν οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα
32 - τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω δουλε πονηρε πασαν την οφειλην εκεινην αφηκα σοι επει παρεκαλεσας με
33 - ουκ εδει και σε ελεησαι τον συνδουλον σου ως καγω σε ηλεησα
34 - και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως ου αποδω παν το οφειλομενον
35 - ουτως και ο πατηρ μου ο ουρανιος ποιησει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων