MATTHEW - Chapter 28

1 - οψε δε σαββατων τη επιφωσκουση εις μιαν σαββατων ηλθεν μαριαμ η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον
2 - και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας εξ ουρανου και προσελθων απεκυλισεν τον λιθον και εκαθητο επανω αυτου
3 - ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων
4 - απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι
5 - αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν μη φοβεισθε υμεις οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε
6 - ουκ εστιν ωδε ηγερθη γαρ καθως ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο
7 - και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν
8 - και απελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου
9 - και ιδου ιησους υπηντησεν αυταις λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω
10 - τοτε λεγει αυταις ο ιησους μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν κακει με οψονται
11 - πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα
12 - και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις
13 - λεγοντες ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων
14 - και εαν ακουσθη τουτο επι του ηγεμονος ημεις πεισομεν [αυτον] και υμας αμεριμνους ποιησομεν
15 - οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν και διεφημισθη ο λογος ουτος παρα ιουδαιοις μεχρι της σημερον [ημερας]
16 - οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ο ιησους
17 - και ιδοντες αυτον προσεκυνησαν οι δε εδιστασαν
18 - και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι [της] γης
19 - πορευθεντες ουν μαθητευσατε παντα τα εθνη βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος
20 - διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος