MATTHEW - Chapter 5

1 - ιδων δε τους οχλους ανεβη εις το ορος και καθισαντος αυτου προσηλθαν αυτω οι μαθηται αυτου
2 - και ανοιξας το στομα αυτου εδιδασκεν αυτους λεγων
3 - μακαριοι οι πτωχοι τω πνευματι οτι αυτων εστιν η βασιλεια των ουρανων
4 - μακαριοι οι πενθουντες οτι αυτοι παρακληθησονται
5 - μακαριοι οι πραεις οτι αυτοι κληρονομησουσιν την γην
6 - μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην οτι αυτοι χορτασθησονται
7 - μακαριοι οι ελεημονες οτι αυτοι ελεηθησονται
8 - μακαριοι οι καθαροι τη καρδια οτι αυτοι τον θεον οψονται
9 - μακαριοι οι ειρηνοποιοι οτι αυτοι υιοι θεου κληθησονται
10 - μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης οτι αυτων εστιν η βασιλεια των ουρανων
11 - μακαριοι εστε οταν ονειδισωσιν υμας και διωξωσιν και ειπωσιν παν πονηρον καθ υμων [ψευδομενοι] ενεκεν εμου
12 - χαιρετε και αγαλλιασθε οτι ο μισθος υμων πολυς εν τοις ουρανοις ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων
13 - υμεις εστε το αλας της γης εαν δε το αλας μωρανθη εν τινι αλισθησεται εις ουδεν ισχυει ετι ει μη βληθεν εξω καταπατεισθαι υπο των ανθρωπων
14 - υμεις εστε το φως του κοσμου ου δυναται πολις κρυβηναι επανω ορους κειμενη
15 - ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον αλλ επι την λυχνιαν και λαμπει πασιν τοις εν τη οικια
16 - ουτως λαμψατω το φως υμων εμπροσθεν των ανθρωπων οπως ιδωσιν υμων τα καλα εργα και δοξασωσιν τον πατερα υμων τον εν τοις ουρανοις
17 - μη νομισητε οτι ηλθον καταλυσαι τον νομον η τους προφητας ουκ ηλθον καταλυσαι αλλα πληρωσαι
18 - αμην γαρ λεγω υμιν εως αν παρελθη ο ουρανος και η γη ιωτα εν η μια κεραια ου μη παρελθη απο του νομου εως αν παντα γενηται
19 - ος εαν ουν λυση μιαν των εντολων τουτων των ελαχιστων και διδαξη ουτως τους ανθρωπους ελαχιστος κληθησεται εν τη βασιλεια των ουρανων ος δ αν ποιηση και διδαξη ουτος μεγας κληθησεται εν τη βασιλεια των ουρανων
20 - λεγω γαρ υμιν οτι εαν μη περισσευση υμων η δικαιοσυνη πλειον των γραμματεων και φαρισαιων ου μη εισελθητε εις την βασιλειαν των ουρανων
21 - ηκουσατε οτι ερρεθη τοις αρχαιοις ου φονευσεις ος δ αν φονευση ενοχος εσται τη κρισει
22 - εγω δε λεγω υμιν οτι πας ο οργιζομενος τω αδελφω αυτου ενοχος εσται τη κρισει ος δ αν ειπη τω αδελφω αυτου ρακα ενοχος εσται τω συνεδριω ος δ αν ειπη μωρε ενοχος εσται εις την γεενναν του πυρος
23 - εαν ουν προσφερης το δωρον σου επι το θυσιαστηριον κακει μνησθης οτι ο αδελφος σου εχει τι κατα σου
24 - αφες εκει το δωρον σου εμπροσθεν του θυσιαστηριου και υπαγε πρωτον διαλλαγηθι τω αδελφω σου και τοτε ελθων προσφερε το δωρον σου
25 - ισθι ευνοων τω αντιδικω σου ταχυ εως οτου ει μετ αυτου εν τη οδω μηποτε σε παραδω ο αντιδικος τω κριτη και ο κριτης τω υπηρετη και εις φυλακην βληθηση
26 - αμην λεγω σοι ου μη εξελθης εκειθεν εως αν αποδως τον εσχατον κοδραντην
27 - ηκουσατε οτι ερρεθη ου μοιχευσεις
28 - εγω δε λεγω υμιν οτι πας ο βλεπων γυναικα προς το επιθυμησαι αυτην ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου
29 - ει δε ο οφθαλμος σου ο δεξιος σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν
30 - και ει η δεξια σου χειρ σκανδαλιζει σε εκκοψον αυτην και βαλε απο σου συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου εις γεενναν απελθη
31 - ερρεθη δε ος αν απολυση την γυναικα αυτου δοτω αυτη αποστασιον
32 - εγω δε λεγω υμιν οτι πας ο απολυων την γυναικα αυτου παρεκτος λογου πορνειας ποιει αυτην μοιχευθηναι και ος εαν απολελυμενην γαμηση μοιχαται
33 - παλιν ηκουσατε οτι ερρεθη τοις αρχαιοις ουκ επιορκησεις αποδωσεις δε τω κυριω τους ορκους σου
34 - εγω δε λεγω υμιν μη ομοσαι ολως μητε εν τω ουρανω οτι θρονος εστιν του θεου
35 - μητε εν τη γη οτι υποποδιον εστιν των ποδων αυτου μητε εις ιεροσολυμα οτι πολις εστιν του μεγαλου βασιλεως
36 - μητε εν τη κεφαλη σου ομοσης οτι ου δυνασαι μιαν τριχα λευκην ποιησαι η μελαιναν
37 - εστω δε ο λογος υμων ναι ναι ου ου το δε περισσον τουτων εκ του πονηρου εστιν
38 - ηκουσατε οτι ερρεθη οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος
39 - εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω αλλ οστις σε ραπιζει εις την δεξιαν σιαγονα [σου] στρεψον αυτω και την αλλην
40 - και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν αφες αυτω και το ιματιον
41 - και οστις σε αγγαρευσει μιλιον εν υπαγε μετ αυτου δυο
42 - τω αιτουντι σε δος και τον θελοντα απο σου δανισασθαι μη αποστραφης
43 - ηκουσατε οτι ερρεθη αγαπησεις τον πλησιον σου και μισησεις τον εχθρον σου
44 - εγω δε λεγω υμιν αγαπατε τους εχθρους υμων και προσευχεσθε υπερ των διωκοντων υμας
45 - οπως γενησθε υιοι του πατρος υμων του εν ουρανοις οτι τον ηλιον αυτου ανατελλει επι πονηρους και αγαθους και βρεχει επι δικαιους και αδικους
46 - εαν γαρ αγαπησητε τους αγαπωντας υμας τινα μισθον εχετε ουχι και οι τελωναι το αυτο ποιουσιν
47 - και εαν ασπασησθε τους αδελφους υμων μονον τι περισσον ποιειτε ουχι και οι εθνικοι το αυτο ποιουσιν
48 - εσεσθε ουν υμεις τελειοι ως ο πατηρ υμων ο ουρανιος τελειος εστιν