MATTHEW - Chapter 9

1 - και εμβας εις πλοιον διεπερασεν και ηλθεν εις την ιδιαν πολιν
2 - και ιδου προσεφερον αυτω παραλυτικον επι κλινης βεβλημενον και ιδων ο ιησους την πιστιν αυτων ειπεν τω παραλυτικω θαρσει τεκνον αφιενται σου αι αμαρτιαι
3 - και ιδου τινες των γραμματεων ειπαν εν εαυτοις ουτος βλασφημει
4 - και ιδων ο ιησους τας ενθυμησεις αυτων ειπεν ινατι ενθυμεισθε πονηρα εν ταις καρδιαις υμων
5 - τι γαρ εστιν ευκοπωτερον ειπειν αφιενται σου αι αμαρτιαι η ειπειν εγειρε και περιπατει
6 - ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας τοτε λεγει τω παραλυτικω εγερθεις αρον σου την κλινην και υπαγε εις τον οικον σου
7 - και εγερθεις απηλθεν εις τον οικον αυτου
8 - ιδοντες δε οι οχλοι εφοβηθησαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοις ανθρωποις
9 - και παραγων ο ιησους εκειθεν ειδεν ανθρωπον καθημενον επι το τελωνιον μαθθαιον λεγομενον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω
10 - και εγενετο αυτου ανακειμενου εν τη οικια και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντες συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου
11 - και ιδοντες οι φαρισαιοι ελεγον τοις μαθηταις αυτου δια τι μετα των τελωνων και αμαρτωλων εσθιει ο διδασκαλος υμων
12 - ο δε ακουσας ειπεν ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες
13 - πορευθεντες δε μαθετε τι εστιν ελεος θελω και ου θυσιαν ου γαρ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους
14 - τοτε προσερχονται αυτω οι μαθηται ιωαννου λεγοντες δια τι ημεις και οι φαρισαιοι νηστευομεν [πολλα] οι δε μαθηται σου ου νηστευουσιν
15 - και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος πενθειν εφ οσον μετ αυτων εστιν ο νυμφιος ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν
16 - ουδεις δε επιβαλλει επιβλημα ρακους αγναφου επι ιματιω παλαιω αιρει γαρ το πληρωμα αυτου απο του ιματιου και χειρον σχισμα γινεται
17 - ουδε βαλλουσιν οινον νεον εις ασκους παλαιους ει δε μη γε ρηγνυνται οι ασκοι και ο οινος εκχειται και οι ασκοι απολλυνται αλλα βαλλουσιν οινον νεον εις ασκους καινους και αμφοτεροι συντηρουνται
18 - ταυτα αυτου λαλουντος αυτοις ιδου αρχων εις ελθων προσεκυνει αυτω λεγων οτι η θυγατηρ μου αρτι ετελευτησεν αλλα ελθων επιθες την χειρα σου επ αυτην και ζησεται
19 - και εγερθεις ο ιησους ηκολουθησεν αυτω και οι μαθηται αυτου
20 - και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου
21 - ελεγεν γαρ εν εαυτη εαν μονον αψωμαι του ιματιου αυτου σωθησομαι
22 - ο δε ιησους στραφεις και ιδων αυτην ειπεν θαρσει θυγατερ η πιστις σου σεσωκεν σε και εσωθη η γυνη απο της ωρας εκεινης
23 - και ελθων ο ιησους εις την οικιαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβουμενον
24 - ελεγεν αναχωρειτε ου γαρ απεθανεν το κορασιον αλλα καθευδει και κατεγελων αυτου
25 - οτε δε εξεβληθη ο οχλος εισελθων εκρατησεν της χειρος αυτης και ηγερθη το κορασιον
26 - και εξηλθεν η φημη αυτη εις ολην την γην εκεινην
27 - και παραγοντι εκειθεν τω ιησου ηκολουθησαν [αυτω] δυο τυφλοι κραζοντες και λεγοντες ελεησον ημας υιος δαυιδ
28 - ελθοντι δε εις την οικιαν προσηλθον αυτω οι τυφλοι και λεγει αυτοις ο ιησους πιστευετε οτι δυναμαι τουτο ποιησαι λεγουσιν αυτω ναι κυριε
29 - τοτε ηψατο των οφθαλμων αυτων λεγων κατα την πιστιν υμων γενηθητω υμιν
30 - και ηνεωχθησαν αυτων οι οφθαλμοι και ενεβριμηθη αυτοις ο ιησους λεγων ορατε μηδεις γινωσκετω
31 - οι δε εξελθοντες διεφημισαν αυτον εν ολη τη γη εκεινη
32 - αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον
33 - και εκβληθεντος του δαιμονιου ελαλησεν ο κωφος και εθαυμασαν οι οχλοι λεγοντες ουδεποτε εφανη ουτως εν τω ισραηλ
34 - οι δε φαρισαιοι ελεγον εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
35 - και περιηγεν ο ιησους τας πολεις πασας και τας κωμας διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν
36 - ιδων δε τους οχλους εσπλαγχνισθη περι αυτων οτι ησαν εσκυλμενοι και ερριμμενοι ωσει προβατα μη εχοντα ποιμενα
37 - τοτε λεγει τοις μαθηταις αυτου ο μεν θερισμος πολυς οι δε εργαται ολιγοι
38 - δεηθητε ουν του κυριου του θερισμου οπως εκβαλη εργατας εις τον θερισμον αυτου