MARK - Chapter 15

1 - και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν πιλατω
2 - και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις
3 - και κατηγορουν αυτου οι αρχιερεις πολλα
4 - ο δε πιλατος παλιν επηρωτα αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν
5 - ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον
6 - κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο
7 - ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν
8 - και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις
9 - ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων
10 - εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις
11 - οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις
12 - ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν [θελετε] ποιησω [ον λεγετε] τον βασιλεα των ιουδαιων
13 - οι δε παλιν εκραξαν σταυρωσον αυτον
14 - ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον
15 - ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη
16 - οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν
17 - και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον
18 - και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων
19 - και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω
20 - και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον
21 - και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου
22 - και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοπος
23 - και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν
24 - και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη
25 - ην δε ωρα τριτη και εσταυρωσαν αυτον
26 - και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων
27 - και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου
28 -
29 - και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων εν τρισιν ημεραις
30 - σωσον σεαυτον καταβας απο του σταυρου
31 - ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι
32 - ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον
33 - και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης
34 - και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λεμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι εγκατελιπες με
35 - και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε ηλιαν φωνει
36 - δραμων δε τις [και] γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον
37 - ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν
38 - και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω
39 - ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην
40 - ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και μαρια η μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη
41 - αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα
42 - και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον
43 - ελθων ιωσηφ [ο] απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον πιλατον και ητησατο το σωμα του ιησου
44 - ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν
45 - και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ
46 - και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου
47 - η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται