MARK - Chapter 3

1 - και εισηλθεν παλιν εις την συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα
2 - και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου
3 - και λεγει τω ανθρωπω τω την ξηραν χειρα εχοντι εγειρε εις το μεσον
4 - και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων
5 - και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα και εξετεινεν και απεκατεσταθη η χειρ αυτου
6 - και εξελθοντες οι φαρισαιοι ευθυς μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν
7 - και ο ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας [ηκολουθησεν] και απο της ιουδαιας
8 - και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθος πολυ ακουοντες οσα εποιει ηλθον προς αυτον
9 - και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον
10 - πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας
11 - και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντες οτι συ ει ο υιος του θεου
12 - και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν
13 - και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον
14 - και εποιησεν δωδεκα [ους και αποστολους ωνομασεν] ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν
15 - και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια
16 - [και εποιησεν τους δωδεκα] και επεθηκεν ονομα τω σιμωνι πετρον
17 - και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονομα[τα] βοανηργες ο εστιν υιοι βροντης
18 - και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον
19 - και ιουδαν ισκαριωθ ος και παρεδωκεν αυτον
20 - και ερχεται εις οικον και συνερχεται παλιν [ο] οχλος ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν
21 - και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη
22 - και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
23 - και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν
24 - και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη
25 - και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη σταθηναι
26 - και ει ο σατανας ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελος εχει
27 - αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει
28 - αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν
29 - ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλα ενοχος εστιν αιωνιου αμαρτηματος
30 - οτι ελεγον πνευμα ακαθαρτον εχει
31 - και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον
32 - και εκαθητο περι αυτον οχλος και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου [και αι αδελφαι σου] εξω ζητουσιν σε
33 - και αποκριθεις αυτοις λεγει τις εστιν η μητηρ μου και οι αδελφοι [μου]
34 - και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου
35 - ος [γαρ] αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη και μητηρ εστιν