MARK - Chapter 5

1 - και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γερασηνων
2 - και εξελθοντος αυτου εκ του πλοιου ευθυς υπηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω
3 - ος την κατοικησιν ειχεν εν τοις μνημασιν και ουδε αλυσει ουκετι ουδεις εδυνατο αυτον δησαι
4 - δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι και ουδεις ισχυεν αυτον δαμασαι
5 - και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις
6 - και ιδων τον ιησουν απο μακροθεν εδραμεν και προσεκυνησεν αυτω
7 - και κραξας φωνη μεγαλη λεγει τι εμοι και σοι ιησου υιε του θεου του υψιστου ορκιζω σε τον θεον μη με βασανισης
8 - ελεγεν γαρ αυτω εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου
9 - και επηρωτα αυτον τι ονομα σοι και λεγει αυτω λεγιων ονομα μοι οτι πολλοι εσμεν
10 - και παρεκαλει αυτον πολλα ινα μη αυτα αποστειλη εξω της χωρας
11 - ην δε εκει προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη
12 - και παρεκαλεσαν αυτον λεγοντες πεμψον ημας εις τους χοιρους ινα εις αυτους εισελθωμεν
13 - και επετρεψεν αυτοις και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν ως δισχιλιοι και επνιγοντο εν τη θαλασση
14 - και οι βοσκοντες αυτους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και ηλθον ιδειν τι εστιν το γεγονος
15 - και ερχονται προς τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγιωνα και εφοβηθησαν
16 - και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων
17 - και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων
18 - και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η
19 - και ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εις τον οικον σου προς τους σους και απαγγειλον αυτοις οσα ο κυριος σοι πεποιηκεν και ηλεησεν σε
20 - και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζον
21 - και διαπερασαντος του ιησου [εν τω πλοιω] παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον και ην παρα την θαλασσαν
22 - και ερχεται εις των αρχισυναγωγων ονοματι ιαιρος και ιδων αυτον πιπτει προς τους ποδας αυτου
23 - και παρακαλει αυτον πολλα λεγων οτι το θυγατριον μου εσχατως εχει ινα ελθων επιθης τας χειρας αυτη ινα σωθη και ζηση
24 - και απηλθεν μετ αυτου και ηκολουθει αυτω οχλος πολυς και συνεθλιβον αυτον
25 - και γυνη ουσα εν ρυσει αιματος δωδεκα ετη
26 - και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ αυτης παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα
27 - ακουσασα περι του ιησου ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου
28 - ελεγεν γαρ οτι εαν αψωμαι καν των ιματιων αυτου σωθησομαι
29 - και ευθυς εξηρανθη η πηγη του αιματος αυτης και εγνω τω σωματι οτι ιαται απο της μαστιγος
30 - και ευθυς ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν τις μου ηψατο των ιματιων
31 - και ελεγον αυτω οι μαθηται αυτου βλεπεις τον οχλον συνθλιβοντα σε και λεγεις τις μου ηψατο
32 - και περιεβλεπετο ιδειν την τουτο ποιησασαν
33 - η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν
34 - ο δε ειπεν αυτη θυγατηρ η πιστις σου σεσωκεν σε υπαγε εις ειρηνην και ισθι υγιης απο της μαστιγος σου
35 - ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν τι ετι σκυλλεις τον διδασκαλον
36 - ο δε ιησους παρακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω μη φοβου μονον πιστευε
37 - και ουκ αφηκεν ουδενα μετ αυτου συνακολουθησαι ει μη τον πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου
38 - και ερχονται εις τον οικον του αρχισυναγωγου και θεωρει θορυβον και κλαιοντας και αλαλαζοντας πολλα
39 - και εισελθων λεγει αυτοις τι θορυβεισθε και κλαιετε το παιδιον ουκ απεθανεν αλλα καθευδει
40 - και κατεγελων αυτου αυτος δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου και εισπορευεται οπου ην το παιδιον
41 - και κρατησας της χειρος του παιδιου λεγει αυτη ταλιθα κουμ ο εστιν μεθερμηνευομενον το κορασιον σοι λεγω εγειρε
42 - και ευθυς ανεστη το κορασιον και περιεπατει ην γαρ ετων δωδεκα και εξεστησαν [ευθυς] εκστασει μεγαλη
43 - και διεστειλατο αυτοις πολλα ινα μηδεις γνοι τουτο και ειπεν δοθηναι αυτη φαγειν