MARK - Chapter 6

1 - και εξηλθεν εκειθεν και ερχεται εις την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου
2 - και γενομενου σαββατου ηρξατο διδασκειν εν τη συναγωγη και πολλοι ακουοντες εξεπλησσοντο λεγοντες ποθεν τουτω ταυτα και τις η σοφια η δοθεισα τουτω και αι δυναμεις τοιαυται δια των χειρων αυτου γινομεναι
3 - ουχ ουτος εστιν ο τεκτων ο υιος της μαριας και αδελφος ιακωβου και ιωσητος και ιουδα και σιμωνος και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας και εσκανδαλιζοντο εν αυτω
4 - και ελεγεν αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικια αυτου
5 - και ουκ εδυνατο εκει ποιησαι ουδεμιαν δυναμιν ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν
6 - και εθαυμαζεν δια την απιστιαν αυτων και περιηγεν τας κωμας κυκλω διδασκων
7 - και προσκαλειται τους δωδεκα και ηρξατο αυτους αποστελλειν δυο δυο και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων
8 - και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον μη αρτον μη πηραν μη εις την ζωνην χαλκον
9 - αλλα υποδεδεμενους σανδαλια και μη ενδυσησθε δυο χιτωνας
10 - και ελεγεν αυτοις οπου εαν εισελθητε εις οικιαν εκει μενετε εως αν εξελθητε εκειθεν
11 - και ος αν τοπος μη δεξηται υμας μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις
12 - και εξελθοντες εκηρυξαν ινα μετανοωσιν
13 - και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον
14 - και ηκουσεν ο βασιλευς ηρωδης φανερον γαρ εγενετο το ονομα αυτου και ελεγον οτι ιωαννης ο βαπτιζων εγηγερται εκ νεκρων και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω
15 - αλλοι δε ελεγον οτι ηλιας εστιν αλλοι δε ελεγον οτι προφητης ως εις των προφητων
16 - ακουσας δε ο ηρωδης ελεγεν ον εγω απεκεφαλισα ιωαννην ουτος ηγερθη
17 - αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν
18 - ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου
19 - η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο
20 - ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσας αυτου πολλα ηπορει και ηδεως αυτου ηκουεν
21 - και γενομενης ημερας ευκαιρου οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιησεν τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας
22 - και εισελθουσης της θυγατρος αυτου ηρωδιαδος και ορχησαμενης ηρεσεν τω ηρωδη και τοις συνανακειμενοις ειπεν ο βασιλευς τω κορασιω αιτησον με ο εαν θελης και δωσω σοι
23 - και ωμοσεν αυτη [πολλα] ο τι εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου
24 - και εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησωμαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιζοντος
25 - και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα θελω ινα εξαυτης δως μοι επι πινακι την κεφαλην ιωαννου του βαπτιστου
26 - και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους ανακειμενους ουκ ηθελησεν αθετησαι αυτην
27 - και ευθυς αποστειλας ο βασιλευς σπεκουλατορα επεταξεν ενεγκαι την κεφαλην αυτου και απελθων απεκεφαλισεν αυτον εν τη φυλακη
28 - και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτης
29 - και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω
30 - και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν
31 - και λεγει αυτοις δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυσασθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ευκαιρουν
32 - και απηλθον εν τω πλοιω εις ερημον τοπον κατ ιδιαν
33 - και ειδον αυτους υπαγοντας και επεγνωσαν πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους
34 - και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτους πολλα
35 - και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου ελεγον οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη
36 - απολυσον αυτους ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις τι φαγωσιν
37 - ο δε αποκριθεις ειπεν αυτοις δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωσομεν αυτοις φαγειν
38 - ο δε λεγει αυτοις ποσους αρτους εχετε υπαγετε ιδετε και γνοντες λεγουσιν πεντε και δυο ιχθυας
39 - και επεταξεν αυτοις ανακλιναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω
40 - και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα
41 - και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις [αυτου] ινα παρατιθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν
42 - και εφαγον παντες και εχορτασθησαν
43 - και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων
44 - και ησαν οι φαγοντες [τους αρτους] πεντακισχιλιοι ανδρες
45 - και ευθυς ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν εως αυτος απολυει τον οχλον
46 - και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι
47 - και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης
48 - και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους
49 - οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν και ανεκραξαν
50 - παντες γαρ αυτον ειδον και εταραχθησαν ο δε ευθυς ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε
51 - και ανεβη προς αυτους εις το πλοιον και εκοπασεν ο ανεμος και λιαν [εκ περισσου] εν εαυτοις εξισταντο
52 - ου γαρ συνηκαν επι τοις αρτοις αλλ ην αυτων η καρδια πεπωρωμενη
53 - και διαπερασαντες επι την γην ηλθον εις γεννησαρετ και προσωρμισθησαν
54 - και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον
55 - περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν
56 - και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο