LUKE - Chapter 1

1 - επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων
2 - καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου
3 - εδοξε καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι κρατιστε θεοφιλε
4 - ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν
5 - εγενετο εν ταις ημεραις ηρωδου βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτης ελισαβετ
6 - ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι
7 - και ουκ ην αυτοις τεκνον καθοτι ην η ελισαβετ στειρα και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν
8 - εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου
9 - κατα το εθος της ιερατειας ελαχε του θυμιασαι εισελθων εις τον ναον του κυριου
10 - και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος
11 - ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος
12 - και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον
13 - ειπεν δε προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησις σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεις το ονομα αυτου ιωαννην
14 - και εσται χαρα σοι και αγαλλιασις και πολλοι επι τη γενεσει αυτου χαρησονται
15 - εσται γαρ μεγας ενωπιον [του] κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου
16 - και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων
17 - και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον
18 - και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης
19 - και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα
20 - και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πληρωθησονται εις τον καιρον αυτων
21 - και ην ο λαος προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον
22 - εξελθων δε ουκ εδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμενεν κωφος
23 - και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου
24 - μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα
25 - οτι ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις επειδεν αφελειν ονειδος μου εν ανθρωποις
26 - εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ απο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρεθ
27 - προς παρθενον εμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα της παρθενου μαριαμ
28 - και εισελθων προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου
29 - η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος
30 - και ειπεν ο αγγελος αυτη μη φοβου μαριαμ ευρες γαρ χαριν παρα τω θεω
31 - και ιδου συλλημψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν
32 - ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου
33 - και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εσται τελος
34 - ειπεν δε μαριαμ προς τον αγγελον πως εσται τουτο επει ανδρα ου γινωσκω
35 - και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου
36 - και ιδου ελισαβετ η συγγενις σου και αυτη συνειληφεν υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα
37 - οτι ουκ αδυνατησει παρα του θεου παν ρημα
38 - ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτης ο αγγελος
39 - αναστασα δε μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα
40 - και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβετ
41 - και εγενετο ως ηκουσεν τον ασπασμον της μαριας η ελισαβετ εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης και επλησθη πνευματος αγιου η ελισαβετ
42 - και ανεφωνησεν κραυγη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου
43 - και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς εμε
44 - ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου
45 - και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου
46 - και ειπεν μαριαμ
47 - μεγαλυνει η ψυχη μου τον κυριον και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου
48 - οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
49 - οτι εποιησεν μοι μεγαλα ο δυνατος και αγιον το ονομα αυτου
50 - και το ελεος αυτου εις γενεας και γενεας τοις φοβουμενοις αυτον
51 - εποιησεν κρατος εν βραχιονι αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων
52 - καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους
53 - πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους
54 - αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους
55 - καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα
56 - εμεινεν δε μαριαμ συν αυτη ως μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης
57 - τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον
58 - και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη
59 - και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν
60 - και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννης
61 - και ειπαν προς αυτην οτι ουδεις εστιν εκ της συγγενειας σου ος καλειται τω ονοματι τουτω
62 - ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο
63 - και αιτησας πινακιδιον εγραψεν λεγων ιωαννης εστιν ονομα αυτου και εθαυμασαν παντες
64 - ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον
65 - και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα
66 - και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου ην μετ αυτου
67 - και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και επροφητευσεν λεγων
68 - ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
69 - και ηγειρεν κερας σωτηριας ημιν εν οικω δαυιδ παιδος αυτου
70 - καθως ελαλησεν δια στοματος των αγιων απ αιωνος προφητων αυτου
71 - σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας
72 - ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου
73 - ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημιν
74 - αφοβως εκ χειρος εχθρων ρυσθεντας λατρευειν αυτω
75 - εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαις ταις ημεραις ημων
76 - και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδους αυτου
77 - του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων
78 - δια σπλαγχνα ελεους θεου ημων εν οις επισκεψεται ημας ανατολη εξ υψους
79 - επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης
80 - το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ