LUKE - Chapter 10

1 - μετα δε ταυτα ανεδειξεν ο κυριος ετερους εβδομηκοντα [δυο] και απεστειλεν αυτους ανα δυο [δυο] προ προσωπου αυτου εις πασαν πολιν και τοπον ου ημελλεν αυτος ερχεσθαι
2 - ελεγεν δε προς αυτους ο μεν θερισμος πολυς οι δε εργαται ολιγοι δεηθητε ουν του κυριου του θερισμου οπως εργατας εκβαλη εις τον θερισμον αυτου
3 - υπαγετε ιδου αποστελλω υμας ως αρνας εν μεσω λυκων
4 - μη βασταζετε βαλλαντιον μη πηραν μη υποδηματα και μηδενα κατα την οδον ασπασησθε
5 - εις ην δ αν εισελθητε οικιαν πρωτον λεγετε ειρηνη τω οικω τουτω
6 - και εαν εκει η υιος ειρηνης επαναπαησεται επ αυτον η ειρηνη υμων ει δε μη γε εφ υμας ανακαμψει
7 - εν αυτη δε τη οικια μενετε εσθιοντες και πινοντες τα παρ αυτων αξιος γαρ ο εργατης του μισθου αυτου μη μεταβαινετε εξ οικιας εις οικιαν
8 - και εις ην αν πολιν εισερχησθε και δεχωνται υμας εσθιετε τα παρατιθεμενα υμιν
9 - και θεραπευετε τους εν αυτη ασθενεις και λεγετε αυτοις ηγγικεν εφ υμας η βασιλεια του θεου
10 - εις ην δ αν πολιν εισελθητε και μη δεχωνται υμας εξελθοντες εις τας πλατειας αυτης ειπατε
11 - και τον κονιορτον τον κολληθεντα ημιν εκ της πολεως υμων εις τους ποδας απομασσομεθα υμιν πλην τουτο γινωσκετε οτι ηγγικεν η βασιλεια του θεου
12 - λεγω υμιν οτι σοδομοις εν τη ημερα εκεινη ανεκτοτερον εσται η τη πολει εκεινη
13 - ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενηθησαν αι δυναμεις αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω καθημενοι μετενοησαν
14 - πλην τυρω και σιδωνι ανεκτοτερον εσται εν τη κρισει η υμιν
15 - και συ καφαρναουμ μη εως ουρανου υψωθηση εως του αδου καταβηση
16 - ο ακουων υμων εμου ακουει και ο αθετων υμας εμε αθετει ο δε εμε αθετων αθετει τον αποστειλαντα με
17 - υπεστρεψαν δε οι εβδομηκοντα [δυο] μετα χαρας λεγοντες κυριε και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου
18 - ειπεν δε αυτοις εθεωρουν τον σαταναν ως αστραπην εκ του ουρανου πεσοντα
19 - ιδου δεδωκα υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων και επι πασαν την δυναμιν του εχθρου και ουδεν υμας ου μη αδικηση
20 - πλην εν τουτω μη χαιρετε οτι τα πνευματα υμιν υποτασσεται χαιρετε δε οτι τα ονοματα υμων εγγεγραπται εν τοις ουρανοις
21 - εν αυτη τη ωρα ηγαλλιασατο [εν] τω πνευματι τω αγιω και ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι απεκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις ναι ο πατηρ οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου
22 - παντα μοι παρεδοθη υπο του πατρος μου και ουδεις γινωσκει τις εστιν ο υιος ει μη ο πατηρ και τις εστιν ο πατηρ ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι
23 - και στραφεις προς τους μαθητας κατ ιδιαν ειπεν μακαριοι οι οφθαλμοι οι βλεποντες α βλεπετε
24 - λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθελησαν ιδειν α υμεις βλεπετε και ουκ ειδαν και ακουσαι α ακουετε και ουκ ηκουσαν
25 - και ιδου νομικος τις ανεστη εκπειραζων αυτον λεγων διδασκαλε τι ποιησας ζωην αιωνιον κληρονομησω
26 - ο δε ειπεν προς αυτον εν τω νομω τι γεγραπται πως αναγινωσκεις
27 - ο δε αποκριθεις ειπεν αγαπησεις κυριον τον θεον σου εξ ολης [της] καρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου και τον πλησιον σου ως σεαυτον
28 - ειπεν δε αυτω ορθως απεκριθης τουτο ποιει και ζηση
29 - ο δε θελων δικαιωσαι εαυτον ειπεν προς τον ιησουν και τις εστιν μου πλησιον
30 - υπολαβων ο ιησους ειπεν ανθρωπος τις κατεβαινεν απο ιερουσαλημ εις ιεριχω και λησταις περιεπεσεν οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη
31 - κατα συγκυριαν δε ιερευς τις κατεβαινεν εν τη οδω εκεινη και ιδων αυτον αντιπαρηλθεν
32 - ομοιως δε και λευιτης [γενομενος] κατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν
33 - σαμαριτης δε τις οδευων ηλθεν κατ αυτον και ιδων εσπλαγχνισθη
34 - και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου
35 - και επι την αυριον εκβαλων εδωκεν δυο δηναρια τω πανδοχει και ειπεν επιμεληθητι αυτου και ο τι αν προσδαπανησης εγω εν τω επανερχεσθαι με αποδωσω σοι
36 - τις τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντος εις τους ληστας
37 - ο δε ειπεν ο ποιησας το ελεος μετ αυτου ειπεν δε αυτω ο ιησους πορευου και συ ποιει ομοιως
38 - εν δε τω πορευεσθαι αυτους αυτος εισηλθεν εις κωμην τινα γυνη δε τις ονοματι μαρθα υπεδεξατο αυτον
39 - και τηδε ην αδελφη καλουμενη μαριαμ [η] και παρακαθεσθεισα προς τους ποδας του κυριου ηκουεν τον λογον αυτου
40 - η δε μαρθα περιεσπατο περι πολλην διακονιαν επιστασα δε ειπεν κυριε ου μελει σοι οτι η αδελφη μου μονην με κατελιπεν διακονειν ειπε ουν αυτη ινα μοι συναντιλαβηται
41 - αποκριθεις δε ειπεν αυτη ο κυριος μαρθα μαρθα μεριμνας και θορυβαζη περι πολλα
42 - ενος δε εστιν χρεια μαριαμ γαρ την αγαθην μεριδα εξελεξατο ητις ουκ αφαιρεθησεται αυτης