LUKE - Chapter 12

1 - εν οις επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλους ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον προσεχετε εαυτοις απο της ζυμης ητις εστιν υποκρισις των φαρισαιων
2 - ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
3 - ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων
4 - λεγω δε υμιν τοις φιλοις μου μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι
5 - υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε
6 - ουχι πεντε στρουθια πωλουνται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου
7 - αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται μη φοβεισθε πολλων στρουθιων διαφερετε
8 - λεγω δε υμιν πας ος αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου
9 - ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου
10 - και πας ος ερει λογον εις τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται
11 - οταν δε εισφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας μη μεριμνησητε πως η τι απολογησησθε η τι ειπητε
12 - το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν
13 - ειπεν δε τις εκ του οχλου αυτω διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν
14 - ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν κριτην η μεριστην εφ υμας
15 - ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο πασης πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω
16 - ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα
17 - και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου
18 - και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τον σιτον και τα αγαθα μου
19 - και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου φαγε πιε ευφραινου
20 - ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας τινι εσται
21 - ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων
22 - ειπεν δε προς τους μαθητας [αυτου] δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη τι φαγητε μηδε τω σωματι τι ενδυσησθε
23 - η γαρ ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος
24 - κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων
25 - τις δε εξ υμων μεριμνων δυναται επι την ηλικιαν αυτου προσθειναι πηχυν
26 - ει ουν ουδε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε
27 - κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων
28 - ει δε εν αγρω τον χορτον οντα σημερον και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεζει ποσω μαλλον υμας ολιγοπιστοι
29 - και υμεις μη ζητειτε τι φαγητε και τι πιητε και μη μετεωριζεσθε
30 - ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων
31 - πλην ζητειτε την βασιλειαν αυτου και ταυτα προστεθησεται υμιν
32 - μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν
33 - πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει
34 - οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται
35 - εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι
36 - και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω
37 - μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις
38 - καν εν τη δευτερα καν εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν εκεινοι
39 - τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται ουκ αν αφηκεν διορυχθηναι τον οικον αυτου
40 - και υμεις γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται
41 - ειπεν δε ο πετρος κυριε προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας
42 - και ειπεν ο κυριος τις αρα εστιν ο πιστος οικονομος ο φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω [το] σιτομετριον
43 - μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως
44 - αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον
45 - εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου χρονιζει ο κυριος μου ερχεσθαι και αρξηται τυπτειν τους παιδας και τας παιδισκας εσθιειν τε και πινειν και μεθυσκεσθαι
46 - ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει
47 - εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου αυτου και μη ετοιμασας η ποιησας προς το θελημα αυτου δαρησεται πολλας
48 - ο δε μη γνους ποιησας δε αξια πληγων δαρησεται ολιγας παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον
49 - πυρ ηλθον βαλειν επι την γην και τι θελω ει ηδη ανηφθη
50 - βαπτισμα δε εχω βαπτισθηναι και πως συνεχομαι εως οτου τελεσθη
51 - δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον
52 - εσονται γαρ απο του νυν πεντε εν ενι οικω διαμεμερισμενοι τρεις επι δυσιν και δυο επι τρισιν
53 - διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι μητηρ επι την θυγατερα και θυγατηρ επι την μητερα πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν
54 - ελεγεν δε και τοις οχλοις οταν ιδητε [την] νεφελην ανατελλουσαν επι δυσμων ευθεως λεγετε οτι ομβρος ερχεται και γινεται ουτως
55 - και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται
56 - υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμαζειν
57 - τι δε και αφ εαυτων ου κρινετε το δικαιον
58 - ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δος εργασιαν απηλλαχθαι απ αυτου μηποτε κατασυρη σε προς τον κριτην και ο κριτης σε παραδωσει τω πρακτορι και ο πρακτωρ σε βαλει εις φυλακην
59 - λεγω σοι ου μη εξελθης εκειθεν εως και το εσχατον λεπτον αποδως