LUKE - Chapter 18

1 - ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν
2 - λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος
3 - χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου
4 - και ουκ ηθελεν επι χρονον μετα δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι
5 - δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με
6 - ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει
7 - ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις
8 - λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης
9 - ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην
10 - ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι ο εις φαρισαιος και ο ετερος τελωνης
11 - ο φαρισαιος σταθεις προς εαυτον ταυτα προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης
12 - νηστευω δις του σαββατου αποδεκατω παντα οσα κτωμαι
13 - ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτεν το στηθος αυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω
14 - λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται
15 - προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις
16 - ο δε ιησους προσεκαλεσατο αυτα λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
17 - αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην
18 - και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω
19 - ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος
20 - τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα
21 - ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος
22 - ακουσας δε ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν [τοις] ουρανοις και δευρο ακολουθει μοι
23 - ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα
24 - ιδων δε αυτον ο ιησους [περιλυπον γενομενον] ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται
25 - ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν
26 - ειπαν δε οι ακουσαντες και τις δυναται σωθηναι
27 - ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν
28 - ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι
29 - ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου
30 - ος ουχι μη [απο]λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον
31 - παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου
32 - παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται
33 - και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται
34 - και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα
35 - εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων
36 - ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο
37 - απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται
38 - και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με
39 - και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με
40 - σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον
41 - τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω
42 - και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε
43 - και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω