LUKE - Chapter 21

1 - αναβλεψας δε ειδεν τους βαλλοντας εις το γαζοφυλακιον τα δωρα αυτων πλουσιους
2 - ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει λεπτα δυο
3 - και ειπεν αληθως λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν
4 - παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα αυτη δε εκ του υστερηματος αυτης παντα τον βιον ον ειχεν εβαλεν
5 - και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν
6 - ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται
7 - επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι
8 - ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι και ο καιρος ηγγικεν μη πορευθητε οπισω αυτων
9 - οταν δε ακουσητε πολεμους και ακαταστασιας μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεως το τελος
10 - τοτε ελεγεν αυτοις εγερθησεται εθνος επ εθνος και βασιλεια επι βασιλειαν
11 - σεισμοι τε μεγαλοι και κατα τοπους λιμοι και λοιμοι εσονται φοβητρα τε και απ ουρανου σημεια μεγαλα εσται
12 - προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν παραδιδοντες εις τας συναγωγας και φυλακας απαγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου
13 - αποβησεται υμιν εις μαρτυριον
14 - θετε ουν εν ταις καρδιαις υμων μη προμελεταν απολογηθηναι
15 - εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντιστηναι η αντειπειν απαντες οι αντικειμενοι υμιν
16 - παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων και θανατωσουσιν εξ υμων
17 - και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου
18 - και θριξ εκ της κεφαλης υμων ου μη αποληται
19 - εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων
20 - οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης
21 - τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη και οι εν μεσω αυτης εκχωρειτωσαν και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην
22 - οτι ημεραι εκδικησεως αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα
23 - ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω
24 - και πεσουνται στοματι μαχαιρης και αιχμαλωτισθησονται εις τα εθνη παντα και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι ου πληρωθωσιν καιροι εθνων
25 - και εσονται σημεια εν ηλιω και σεληνη και αστροις και επι της γης συνοχη εθνων εν απορια ηχους θαλασσης και σαλου
26 - αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη αι γαρ δυναμεις των ουρανων σαλευθησονται
27 - και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης
28 - αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων διοτι εγγιζει η απολυτρωσις υμων
29 - και ειπεν παραβολην αυτοις ιδετε την συκην και παντα τα δενδρα
30 - οταν προβαλωσιν ηδη βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν
31 - ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου
32 - αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα γενηται
33 - ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται
34 - προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις και επιστη εφ υμας αιφνιδιος η ημερα εκεινη
35 - ως παγις επεισελευσεται γαρ επι παντας τους καθημενους επι προσωπον πασης της γης
36 - αγρυπνειτε δε εν παντι καιρω δεομενοι ινα κατισχυσητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου
37 - ην δε τας ημερας εν τω ιερω διδασκων τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων
38 - και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου