LUKE - Chapter 22

1 - ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα
2 - και εζητουν οι αρχιερεις και οι γραμματεις το πως ανελωσιν αυτον εφοβουντο γαρ τον λαον
3 - εισηλθεν δε σατανας εις ιουδαν τον καλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα
4 - και απελθων συνελαλησεν τοις αρχιερευσιν και στρατηγοις το πως αυτοις παραδω αυτον
5 - και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι
6 - και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοις
7 - ηλθεν δε η ημερα των αζυμων [εν] η εδει θυεσθαι το πασχα
8 - και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν
9 - οι δε ειπαν αυτω που θελεις ετοιμασωμεν
10 - ο δε ειπεν αυτοις ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω εις την οικιαν εις ην εισπορευεται
11 - και ερειτε τω οικοδεσποτη της οικιας λεγει σοι ο διδασκαλος που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω
12 - κακεινος υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε
13 - απελθοντες δε ευρον καθως ειρηκει αυτοις και ητοιμασαν το πασχα
14 - και οτε εγενετο η ωρα ανεπεσεν και οι αποστολοι συν αυτω
15 - και ειπεν προς αυτους επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν
16 - λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εως οτου πληρωθη εν τη βασιλεια του θεου
17 - και δεξαμενος ποτηριον ευχαριστησας ειπεν λαβετε τουτο και διαμερισατε εις εαυτους
18 - λεγω γαρ υμιν [οτι] ου μη πιω απο του νυν απο του γενηματος της αμπελου εως ου η βασιλεια του θεου ελθη
19 - και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων τουτο εστιν το σωμα μου το υπερ υμων διδομενον τουτο ποιειτε εις την εμην αναμνησιν
20 - και το ποτηριον ωσαυτως μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων εκχυννομενον
21 - πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης
22 - οτι ο υιος μεν του ανθρωπου κατα το ωρισμενον πορευεται πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται
23 - και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν
24 - εγενετο δε και φιλονεικια εν αυτοις το τις αυτων δοκει ειναι μειζων
25 - ο δε ειπεν αυτοις οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται
26 - υμεις δε ουχ ουτως αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος και ο ηγουμενος ως ο διακονων
27 - τις γαρ μειζων ο ανακειμενος η ο διακονων ουχι ο ανακειμενος εγω δε εν μεσω υμων ειμι ως ο διακονων
28 - υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου
29 - καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν
30 - ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου και καθησεσθε επι θρονων τας δωδεκα φυλας κρινοντες του ισραηλ
31 - σιμων σιμων ιδου ο σατανας εξητησατο υμας του σινιασαι ως τον σιτον
32 - εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου και συ ποτε επιστρεψας στηρισον τους αδελφους σου
33 - ο δε ειπεν αυτω κυριε μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι
34 - ο δε ειπεν λεγω σοι πετρε ου φωνησει σημερον αλεκτωρ εως τρις με απαρνηση ειδεναι
35 - και ειπεν αυτοις οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων μη τινος υστερησατε οι δε ειπαν ουθενος
36 - ειπεν δε αυτοις αλλα νυν ο εχων βαλλαντιον αρατω ομοιως και πηραν και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν
37 - λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ το περι εμου τελος εχει
38 - οι δε ειπαν κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοις ικανον εστιν
39 - και εξελθων επορευθη κατα το εθος εις το ορος των ελαιων ηκολουθησαν δε αυτω και οι μαθηται
40 - γενομενος δε επι του τοπου ειπεν αυτοις προσευχεσθε μη εισελθειν εις πειρασμον
41 - και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην και θεις τα γονατα προσηυχετο
42 - λεγων πατερ ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω
43 - [[ωφθη δε αυτω αγγελος απ ουρανου ενισχυων αυτον
44 - και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντος επι την γην]]
45 - και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμενους αυτους απο της λυπης
46 - και ειπεν αυτοις τι καθευδετε ανασταντες προσευχεσθε ινα μη εισελθητε εις πειρασμον
47 - ετι αυτου λαλουντος ιδου οχλος και ο λεγομενος ιουδας εις των δωδεκα προηρχετο αυτους και ηγγισεν τω ιησου φιλησαι αυτον
48 - ιησους δε ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδως
49 - ιδοντες δε οι περι αυτον το εσομενον ειπαν κυριε ει παταξομεν εν μαχαιρη
50 - και επαταξεν εις τις εξ αυτων του αρχιερεως τον δουλον και αφειλεν το ους αυτου το δεξιον
51 - αποκριθεις δε ο ιησους ειπεν εατε εως τουτου και αψαμενος του ωτιου ιασατο αυτον
52 - ειπεν δε ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων
53 - καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους
54 - συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον εις την οικιαν του αρχιερεως ο δε πετρος ηκολουθει μακροθεν
55 - περιαψαντων δε πυρ εν μεσω της αυλης και συγκαθισαντων εκαθητο ο πετρος μεσος αυτων
56 - ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν και ουτος συν αυτω ην
57 - ο δε ηρνησατο λεγων ουκ οιδα αυτον γυναι
58 - και μετα βραχυ ετερος ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετρος εφη ανθρωπε ουκ ειμι
59 - και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων επ αληθειας και ουτος μετ αυτου ην και γαρ γαλιλαιος εστιν
60 - ειπεν δε ο πετρος ανθρωπε ουκ οιδα ο λεγεις και παραχρημα ετι λαλουντος αυτου εφωνησεν αλεκτωρ
61 - και στραφεις ο κυριος ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετρος του ρηματος του κυριου ως ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρις
62 - και εξελθων εξω εκλαυσεν πικρως
63 - και οι ανδρες οι συνεχοντες αυτον ενεπαιζον αυτω δεροντες
64 - και περικαλυψαντες αυτον επηρωτων λεγοντες προφητευσον τις εστιν ο παισας σε
65 - και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον
66 - και ως εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεις τε και γραμματεις και απηγαγον αυτον εις το συνεδριον αυτων
67 - λεγοντες ει συ ει ο χριστος ειπον ημιν ειπεν δε αυτοις εαν υμιν ειπω ου μη πιστευσητε
68 - εαν δε ερωτησω ου μη αποκριθητε
69 - απο του νυν δε εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου
70 - ειπαν δε παντες συ ουν ει ο υιος του θεου ο δε προς αυτους εφη υμεις λεγετε οτι εγω ειμι
71 - οι δε ειπαν τι ετι εχομεν μαρτυριας χρειαν αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου