LUKE - Chapter 4

1 - ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εν τη ερημω
2 - ημερας τεσσερακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων επεινασεν
3 - ειπεν δε αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος
4 - και απεκριθη προς αυτον ο ιησους γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος
5 - και αναγαγων αυτον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου
6 - και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην
7 - συ ουν εαν προσκυνησης ενωπιον εμου εσται σου πασα
8 - και αποκριθεις ο ιησους ειπεν αυτω γεγραπται κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις
9 - ηγαγεν δε αυτον εις ιερουσαλημ και εστησεν επι το πτερυγιον του ιερου και ειπεν αυτω ει υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω
10 - γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε
11 - και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου
12 - και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου
13 - και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου
14 - και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου
15 - και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων
16 - και ηλθεν εις ναζαρα ου ην τεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι
17 - και επεδοθη αυτω βιβλιον του προφητου ησαιου και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον
18 - πνευμα κυριου επ εμε ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις απεσταλκεν με κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει
19 - κηρυξαι ενιαυτον κυριου δεκτον
20 - και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων οι οφθαλμοι εν τη συναγωγη ησαν ατενιζοντες αυτω
21 - ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων
22 - και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχι υιος εστιν ιωσηφ ουτος
23 - και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εις την καφαρναουμ ποιησον και ωδε εν τη πατριδι σου
24 - ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου
25 - επ αληθειας δε λεγω υμιν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην
26 - και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαρεπτα της σιδωνιας προς γυναικα χηραν
27 - και πολλοι λεπροι ησαν εν τω ισραηλ επι ελισαιου του προφητου και ουδεις αυτων εκαθαρισθη ει μη ναιμαν ο συρος
28 - και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα
29 - και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως οφρυος του ορους εφ ου η πολις ωκοδομητο αυτων ωστε κατακρημνισαι αυτον
30 - αυτος δε διελθων δια μεσου αυτων επορευετο
31 - και κατηλθεν εις καφαρναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν
32 - και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου
33 - και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου και ανεκραξεν φωνη μεγαλη
34 - εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου
35 - και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε απ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον
36 - και εγενετο θαμβος επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται
37 - και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου
38 - αναστας δε απο της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης
39 - και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις
40 - δυνοντος δε του ηλιου απαντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιτιθεις εθεραπευεν αυτους
41 - εξηρχετο δε και δαιμονια απο πολλων κρ[αυγ]αζοντα και λεγοντα οτι συ ει ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι
42 - γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι επεζητουν αυτον και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων
43 - ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου οτι επι τουτο απεσταλην
44 - και ην κηρυσσων εις τας συναγωγας της ιουδαιας