JOHN - Chapter 16

1 - ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε
2 - αποσυναγωγους ποιησουσιν υμας αλλ ερχεται ωρα ινα πας ο αποκτεινας υμας δοξη λατρειαν προσφερειν τω θεω
3 - και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε
4 - αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα αυτων μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχης ουκ ειπον οτι μεθ υμων ημην
5 - νυν δε υπαγω προς τον πεμψαντα με και ουδεις εξ υμων ερωτα με που υπαγεις
6 - αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν
7 - αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ μη απελθω ο παρακλητος ουκ ελευσεται προς υμας εαν δε πορευθω πεμψω αυτον προς υμας
8 - και ελθων εκεινος ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως
9 - περι αμαρτιας μεν οτι ου πιστευουσιν εις εμε
10 - περι δικαιοσυνης δε οτι προς τον πατερα υπαγω και ουκετι θεωρειτε με
11 - περι δε κρισεως οτι ο αρχων του κοσμου τουτου κεκριται
12 - ετι πολλα εχω υμιν λεγειν αλλ ου δυνασθε βασταζειν αρτι
13 - οταν δε ελθη εκεινος το πνευμα της αληθειας οδηγησει υμας εν τη αληθεια παση ου γαρ λαλησει αφ εαυτου αλλ οσα ακουσει λαλησει και τα ερχομενα αναγγελει υμιν
14 - εκεινος εμε δοξασει οτι εκ του εμου λημψεται και αναγγελει υμιν
15 - παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν
16 - μικρον και ουκετι θεωρειτε με και παλιν μικρον και οψεσθε με
17 - ειπαν ουν εκ των μαθητων αυτου προς αλληλους τι εστιν τουτο ο λεγει ημιν μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με και οτι υπαγω προς τον πατερα
18 - ελεγον ουν τι εστιν τουτο [ο λεγει] το μικρον ουκ οιδαμεν τι λαλει
19 - εγνω [ο] ιησους οτι ηθελον αυτον ερωταν και ειπεν αυτοις περι τουτου ζητειτε μετ αλληλων οτι ειπον μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με
20 - αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεις ο δε κοσμος χαρησεται υμεις λυπηθησεσθε αλλ η λυπη υμων εις χαραν γενησεται
21 - η γυνη οταν τικτη λυπην εχει οτι ηλθεν η ωρα αυτης οταν δε γεννηση το παιδιον ουκετι μνημονευει της θλιψεως δια την χαραν οτι εγεννηθη ανθρωπος εις τον κοσμον
22 - και υμεις ουν νυν μεν λυπην εχετε παλιν δε οψομαι υμας και χαρησεται υμων η καρδια και την χαραν υμων ουδεις αιρει αφ υμων
23 - και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν αμην αμην λεγω υμιν αν τι αιτησητε τον πατερα εν τω ονοματι μου δωσει υμιν
24 - εως αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και λημψεσθε ινα η χαρα υμων η πεπληρωμενη
25 - ταυτα εν παροιμιαις λελαληκα υμιν ερχεται ωρα οτε ουκετι εν παροιμιαις λαλησω υμιν αλλα παρρησια περι του πατρος απαγγελω υμιν
26 - εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων
27 - αυτος γαρ ο πατηρ φιλει υμας οτι υμεις εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα [του] θεου εξηλθον
28 - εξηλθον παρα του πατρος και εληλυθα εις τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προς τον πατερα
29 - λεγουσιν οι μαθηται αυτου ιδε νυν εν παρρησια λαλεις και παροιμιαν ουδεμιαν λεγεις
30 - νυν οιδαμεν οτι οιδας παντα και ου χρειαν εχεις ινα τις σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθες
31 - απεκριθη αυτοις ιησους αρτι πιστευετε
32 - ιδου ερχεται ωρα και εληλυθεν ινα σκορπισθητε εκαστος εις τα ιδια καμε μονον αφητε και ουκ ειμι μονος οτι ο πατηρ μετ εμου εστιν
33 - ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε αλλα θαρσειτε εγω νενικηκα τον κοσμον