ACTS - Chapter 1

1 - τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ο ιησους ποιειν τε και διδασκειν
2 - αχρι ης ημερας εντειλαμενος τοις αποστολοις δια πνευματος αγιου ους εξελεξατο ανελημφθη
3 - οις και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηριοις δι ημερων τεσσερακοντα οπτανομενος αυτοις και λεγων τα περι της βασιλειας του θεου
4 - και συναλιζομενος παρηγγειλεν αυτοις απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατρος ην ηκουσατε μου
5 - οτι ιωαννης μεν εβαπτισεν υδατι υμεις δε εν πνευματι βαπτισθησεσθε αγιω ου μετα πολλας ταυτας ημερας
6 - οι μεν ουν συνελθοντες ηρωτων αυτον λεγοντες κυριε ει εν τω χρονω τουτω αποκαθιστανεις την βασιλειαν τω ισραηλ
7 - ειπεν δε προς αυτους ουχ υμων εστιν γνωναι χρονους η καιρους ους ο πατηρ εθετο εν τη ιδια εξουσια
8 - αλλα λημψεσθε δυναμιν επελθοντος του αγιου πνευματος εφ υμας και εσεσθε μου μαρτυρες εν τε ιερουσαλημ και [εν] παση τη ιουδαια και σαμαρεια και εως εσχατου της γης
9 - και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων
10 - και ως ατενιζοντες ησαν εις τον ουρανον πορευομενου αυτου και ιδου ανδρες δυο παρειστηκεισαν αυτοις εν εσθησεσι λευκαις
11 - οι και ειπαν ανδρες γαλιλαιοι τι εστηκατε [εμ]βλεποντες εις τον ουρανον ουτος ο ιησους ο αναλημφθεις αφ υμων εις τον ουρανον ουτως ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εις τον ουρανον
12 - τοτε υπεστρεψαν εις ιερουσαλημ απο ορους του καλουμενου ελαιωνος ο εστιν εγγυς ιερουσαλημ σαββατου εχον οδον
13 - και οτε εισηλθον εις το υπερωον ανεβησαν ου ησαν καταμενοντες ο τε πετρος και ιωαννης και ιακωβος και ανδρεας φιλιππος και θωμας βαρθολομαιος και μαθθαιος ιακωβος αλφαιου και σιμων ο ζηλωτης και ιουδας ιακωβου
14 - ουτοι παντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη συν γυναιξιν και μαριαμ τη μητρι του ιησου και τοις αδελφοις αυτου
15 - και εν ταις ημεραις ταυταις αναστας πετρος εν μεσω των αδελφων ειπεν ην τε οχλος ονοματων επι το αυτο ωσει εκατον εικοσι
16 - ανδρες αδελφοι εδει πληρωθηναι την γραφην ην προειπεν το πνευμα το αγιον δια στοματος δαυιδ περι ιουδα του γενομενου οδηγου τοις συλλαβουσιν ιησουν
17 - οτι κατηριθμημενος ην εν ημιν και ελαχεν τον κληρον της διακονιας ταυτης
18 - ουτος μεν ουν εκτησατο χωριον εκ μισθου της αδικιας και πρηνης γενομενος ελακησεν μεσος και εξεχυθη παντα τα σπλαγχνα αυτου
19 - και γνωστον εγενετο πασι τοις κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμαχ τουτ εστιν χωριον αιματος
20 - γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβετω ετερος
21 - δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω ω εισηλθεν και εξηλθεν εφ ημας ο κυριος ιησους
22 - αρξαμενος απο του βαπτισματος ιωαννου εως της ημερας ης ανελημφθη αφ ημων μαρτυρα της αναστασεως αυτου συν ημιν γενεσθαι ενα τουτων
23 - και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαββαν ος επεκληθη ιουστος και μαθθιαν
24 - και προσευξαμενοι ειπαν συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
25 - λαβειν τον τοπον της διακονιας ταυτης και αποστολης αφ ης παρεβη ιουδας πορευθηναι εις τον τοπον τον ιδιον
26 - και εδωκαν κληρους αυτοις και επεσεν ο κληρος επι μαθθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων