ACTS - Chapter 13

1 - ησαν δε εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβας και συμεων ο καλουμενος νιγερ και λουκιος ο κυρηναιος μαναην τε ηρωδου του τετρααρχου συντροφος και σαυλος
2 - λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και σαυλον εις το εργον ο προσκεκλημαι αυτους
3 - τοτε νηστευσαντες και προσευξαμενοι και επιθεντες τας χειρας αυτοις απελυσαν
4 - αυτοι μεν ουν εκπεμφθεντες υπο του αγιου πνευματος κατηλθον εις σελευκειαν εκειθεν τε απεπλευσαν εις κυπρον
5 - και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταις συναγωγαις των ιουδαιων ειχον δε και ιωαννην υπηρετην
6 - διελθοντες δε ολην την νησον αχρι παφου ευρον ανδρα τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησου
7 - ος ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτος προσκαλεσαμενος βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου
8 - ανθιστατο δε αυτοις ελυμας ο μαγος ουτως γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο της πιστεως
9 - σαυλος δε ο και παυλος πλησθεις πνευματος αγιου ατενισας εις αυτον
10 - ειπεν ω πληρης παντος δολου και πασης ραδιουργιας υιε διαβολου εχθρε πασης δικαιοσυνης ου παυση διαστρεφων τας οδους [του] κυριου τας ευθειας
11 - και νυν ιδου χειρ κυριου επι σε και εση τυφλος μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα τε επεσεν επ αυτον αχλυς και σκοτος και περιαγων εζητει χειραγωγους
12 - τοτε ιδων ο ανθυπατος το γεγονος επιστευσεν εκπλησσομενος επι τη διδαχη του κυριου
13 - αναχθεντες δε απο της παφου οι περι παυλον ηλθον εις περγην της παμφυλιας ιωαννης δε αποχωρησας απ αυτων υπεστρεψεν εις ιεροσολυμα
14 - αυτοι δε διελθοντες απο της περγης παρεγενοντο εις αντιοχειαν την πισιδιαν και [εις]ελθοντες εις την συναγωγην τη ημερα των σαββατων εκαθισαν
15 - μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προς αυτους λεγοντες ανδρες αδελφοι ει τις εστιν εν υμιν λογος παρακλησεως προς τον λαον λεγετε
16 - αναστας δε παυλος και κατασεισας τη χειρι ειπεν ανδρες ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε
17 - ο θεος του λαου τουτου ισραηλ εξελεξατο τους πατερας ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτου και μετα βραχιονος υψηλου εξηγαγεν αυτους εξ αυτης
18 - και ως τεσσερακονταετη χρονον ετροποφορησεν αυτους εν τη ερημω
19 - και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν την γην αυτων
20 - ως ετεσιν τετρακοσιοις και πεντηκοντα και μετα ταυτα εδωκεν κριτας εως σαμουηλ [του] προφητου
21 - κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοις ο θεος τον σαουλ υιον κις ανδρα εκ φυλης βενιαμιν ετη τεσσερακοντα
22 - και μεταστησας αυτον ηγειρεν τον δαυιδ αυτοις εις βασιλεα ω και ειπεν μαρτυρησας ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου ος ποιησει παντα τα θεληματα μου
23 - τουτου ο θεος απο του σπερματος κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηρα ιησουν
24 - προκηρυξαντος ιωαννου προ προσωπου της εισοδου αυτου βαπτισμα μετανοιας παντι τω λαω ισραηλ
25 - ως δε επληρου ιωαννης τον δρομον ελεγεν τι εμε υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υποδημα των ποδων λυσαι
26 - ανδρες αδελφοι υιοι γενους αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον ημιν ο λογος της σωτηριας ταυτης εξαπεσταλη
27 - οι γαρ κατοικουντες εν ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοησαντες και τας φωνας των προφητων τας κατα παν σαββατον αναγινωσκομενας κριναντες επληρωσαν
28 - και μηδεμιαν αιτιαν θανατου ευροντες ητησαντο πιλατον αναιρεθηναι αυτον
29 - ως δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντες απο του ξυλου εθηκαν εις μνημειον
30 - ο δε θεος ηγειρεν αυτον εκ νεκρων
31 - ος ωφθη επι ημερας πλειους τοις συναναβασιν αυτω απο της γαλιλαιας εις ιερουσαλημ οιτινες [νυν] εισιν μαρτυρες αυτου προς τον λαον
32 - και ημεις υμας ευαγγελιζομεθα την προς τους πατερας επαγγελιαν γενομενην
33 - οτι ταυτην ο θεος εκπεπληρωκεν τοις τεκνοις [αυτων] ημιν αναστησας ιησουν ως και εν τω ψαλμω γεγραπται τω δευτερω υιος μου ει συ εγω σημερον γεγεννηκα σε
34 - οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εις διαφθοραν ουτως ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα
35 - διοτι και εν ετερω λεγει ου δωσεις τον οσιον σου ιδειν διαφθοραν
36 - δαυιδ μεν γαρ ιδια γενεα υπηρετησας τη του θεου βουλη εκοιμηθη και προσετεθη προς τους πατερας αυτου και ειδεν διαφθοραν
37 - ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοραν
38 - γνωστον ουν εστω υμιν ανδρες αδελφοι οτι δια τουτου υμιν αφεσις αμαρτιων καταγγελλεται [και] απο παντων ων ουκ ηδυνηθητε εν νομω μωυσεως δικαιωθηναι
39 - εν τουτω πας ο πιστευων δικαιουται
40 - βλεπετε ουν μη επελθη το ειρημενον εν τοις προφηταις
41 - ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εργαζομαι εγω εν ταις ημεραις υμων εργον ο ου μη πιστευσητε εαν τις εκδιηγηται υμιν
42 - εξιοντων δε αυτων παρεκαλουν εις το μεταξυ σαββατον λαληθηναι αυτοις τα ρηματα ταυτα
43 - λυθεισης δε της συναγωγης ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμενειν τη χαριτι του θεου
44 - τω δε ερχομενω σαββατω σχεδον πασα η πολις συνηχθη ακουσαι τον λογον του κυριου
45 - ιδοντες δε οι ιουδαιοι τους οχλους επλησθησαν ζηλου και αντελεγον τοις υπο παυλου λαλουμενοις βλασφημουντες
46 - παρρησιασαμενοι τε ο παυλος και ο βαρναβας ειπαν υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη απωθεισθε αυτον και ουκ αξιους κρινετε εαυτους της αιωνιου ζωης ιδου στρεφομεθα εις τα εθνη
47 - ουτως γαρ εντεταλται ημιν ο κυριος τεθεικα σε εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης
48 - ακουοντα δε τα εθνη εχαιρον και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εις ζωην αιωνιον
49 - διεφερετο δε ο λογος του κυριου δι ολης της χωρας
50 - οι δε ιουδαιοι παρωτρυναν τας σεβομενας γυναικας τας ευσχημονας και τους πρωτους της πολεως και επηγειραν διωγμον επι τον παυλον και βαρναβαν και εξεβαλον αυτους απο των οριων αυτων
51 - οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις ικονιον
52 - οι τε μαθηται επληρουντο χαρας και πνευματος αγιου