ACTS - Chapter 17

1 - διοδευσαντες δε την αμφιπολιν και την απολλωνιαν ηλθον εις θεσσαλονικην οπου ην συναγωγη των ιουδαιων
2 - κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων
3 - διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος [ο] ιησους ον εγω καταγγελλω υμιν
4 - και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πληθος πολυ γυναικων τε των πρωτων ουκ ολιγαι
5 - ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι των αγοραιων ανδρας τινας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν και επισταντες τη οικια ιασονος εζητουν αυτους προαγαγειν εις τον δημον
6 - μη ευροντες δε αυτους εσυρον ιασονα και τινας αδελφους επι τους πολιταρχας βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν
7 - ους υποδεδεκται ιασων και ουτοι παντες απεναντι των δογματων καισαρος πρασσουσι βασιλεα ετερον λεγοντες ειναι ιησουν
8 - εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα
9 - και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους
10 - οι δε αδελφοι ευθεως δια νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν οιτινες παραγενομενοι εις την συναγωγην των ιουδαιων απηεσαν
11 - ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως
12 - πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι
13 - ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου ηλθον κακει σαλευοντες και ταρασσοντες τους οχλους
14 - ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι εως επι την θαλασσαν υπεμειναν τε ο τε σιλας και ο τιμοθεος εκει
15 - οι δε καθιστανοντες τον παυλον ηγαγον εως αθηνων και λαβοντες εντολην προς τον σιλαν και τον τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν
16 - εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατειδωλον ουσαν την πολιν
17 - διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας
18 - τινες δε και των επικουρειων και στοικων φιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο
19 - επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντες δυναμεθα γνωναι τις η καινη αυτη η υπο σου λαλουμενη διδαχη
20 - ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι
21 - αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ηυκαιρουν η λεγειν τι η ακουειν τι καινοτερον
22 - σταθεις δε [ο] παυλος εν μεσω του αρειου παγου εφη ανδρες αθηναιοι κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω
23 - διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ο ουν αγνοουντες ευσεβειτε τουτο εγω καταγγελλω υμιν
24 - ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω ουτος ουρανου και γης υπαρχων κυριος ουκ εν χειροποιητοις ναοις κατοικει
25 - ουδε υπο χειρων ανθρωπινων θεραπευεται προσδεομενος τινος αυτος διδους πασι ζωην και πνοην και τα παντα
26 - εποιησεν τε εξ ενος παν εθνος ανθρωπων κατοικειν επι παντος προσωπου της γης ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων
27 - ζητειν τον θεον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα
28 - εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ως και τινες των καθ υμας ποιητων ειρηκασιν του γαρ και γενος εσμεν
29 - γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνης και ενθυμησεως ανθρωπου το θειον ειναι ομοιον
30 - τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν παραγγελλει τοις ανθρωποις παντας πανταχου μετανοειν
31 - καθοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων
32 - ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπαν ακουσομεθα σου περι τουτου και παλιν
33 - ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων
34 - τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν εν οις και διονυσιος ο αρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις