ACTS - Chapter 19

1 - εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη [κατ]ελθειν εις εφεσον και ευρειν τινας μαθητας
2 - ειπεν τε προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε προς αυτον αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν
3 - ειπεν τε εις τι ουν εβαπτισθητε οι δε ειπαν εις το ιωαννου βαπτισμα
4 - ειπεν δε παυλος ιωαννης εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον ιησουν
5 - ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου
6 - και επιθεντος αυτοις του παυλου [τας] χειρας ηλθε το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και επροφητευον
7 - ησαν δε οι παντες ανδρες ωσει δωδεκα
8 - εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων [τα] περι της βασιλειας του θεου
9 - ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου
10 - τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιουδαιους τε και ελληνας
11 - δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων παυλου
12 - ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εκπορευεσθαι
13 - επεχειρησαν δε τινες και των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζω υμας τον ιησουν ον παυλος κηρυσσει
14 - ησαν δε τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες
15 - αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις τον [μεν] ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε
16 - και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου
17 - τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου
18 - πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων
19 - ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε
20 - ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν
21 - ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιεροσολυμα ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
22 - αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν
23 - εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου
24 - δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους αργυρους αρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν
25 - ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν
26 - και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
27 - ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας αρτεμιδος ιερον εις ουθεν λογισθηναι μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης ην ολη η ασια και η οικουμενη σεβεται
28 - ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων
29 - και επλησθη η πολις της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου
30 - παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται
31 - τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον
32 - αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν
33 - εκ δε του οχλου συνεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω
34 - επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ως επι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων
35 - καταστειλας δε ο γραμματευς τον οχλον φησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης αρτεμιδος και του διοπετους
36 - αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν
37 - ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων
38 - ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσι προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις
39 - ει δε τι περαιτερω επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
40 - και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου [ου] δυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης και ταυτα ειπων απελυσεν την εκκλησιαν