ACTS - Chapter 20

1 - μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο παυλος τους μαθητας και παρακαλεσας ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν
2 - διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα
3 - ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας
4 - συνειπετο δε αυτω σωπατρος πυρρου βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος
5 - ουτοι δε προελθοντες εμενον ημας εν τρωαδι
6 - ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε οπου διετριψαμεν ημερας επτα
7 - εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
8 - ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
9 - καθεζομενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος
10 - καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
11 - αναβας δε και κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρι αυγης ουτως εξηλθεν
12 - ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως
13 - ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν
14 - ως δε συνεβαλλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην
15 - κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς χιου τη δε ετερα παρεβαλομεν εις σαμον τη δε εχομενη ηλθομεν εις μιλητον
16 - κεκρικει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα
17 - απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας
18 - ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην
19 - δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων
20 - ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους
21 - διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων ιησουν
22 - και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδως
23 - πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν
24 - αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσαι τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου
25 - και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν
26 - διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων
27 - ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν
28 - προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θεου ην περιεποιησατο δια του αιματος του ιδιου
29 - εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου
30 - και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων
31 - διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
32 - και τα νυν παρατιθεμαι υμας τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν
33 - αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα
34 - αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται
35 - παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
36 - και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο
37 - ικανος δε κλαυθμος εγενετο παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
38 - οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον