ACTS - Chapter 4

1 - λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι
2 - διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων
3 - και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη
4 - πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη [ο] αριθμος των ανδρων [ως] χιλιαδες πεντε
5 - εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν ιερουσαλημ
6 - και αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου
7 - και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις
8 - τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι
9 - ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος σεσωται
10 - γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης
11 - ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων ο γενομενος εις κεφαλην γωνιας
12 - και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας
13 - θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν
14 - τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
15 - κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους
16 - λεγοντες τι ποιησωμεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνεισθαι
17 - αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
18 - και καλεσαντες αυτους παρηγγειλαν το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου
19 - ο δε πετρος και ιωαννης αποκριθεντες ειπον προς αυτους ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
20 - ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν
21 - οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι
22 - ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως
23 - απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν
24 - οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν δεσποτα συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
25 - ο του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ παιδος σου ειπων ινατι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
26 - παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
27 - συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ
28 - ποιησαι οσα η χειρ σου και η βουλη [σου] προωρισεν γενεσθαι
29 - και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου
30 - εν τω την χειρα [σου] εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου
31 - και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες του αγιου πνευματος και ελαλουν τον λογον του θεου μετα παρρησιας
32 - του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις απαντα κοινα
33 - και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου ιησου χαρις τε μεγαλη ην επι παντας αυτους
34 - ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων
35 - και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν
36 - ιωσηφ δε ο επικληθεις βαρναβας απο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει
37 - υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν προς τους ποδας των αποστολων