ACTS - Chapter 5

1 - ανηρ δε τις ανανιας ονοματι συν σαπφιρη τη γυναικι αυτου επωλησεν κτημα
2 - και ενοσφισατο απο της τιμης συνειδυιης και της γυναικος και ενεγκας μερος τι παρα τους ποδας των αποστολων εθηκεν
3 - ειπεν δε ο πετρος ανανια δια τι επληρωσεν ο σατανας την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι απο της τιμης του χωριου
4 - ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποις αλλα τω θεω
5 - ακουων δε ο ανανιας τους λογους τουτους πεσων εξεψυξεν και εγενετο φοβος μεγας επι παντας τους ακουοντας
6 - ανασταντες δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντες εθαψαν
7 - εγενετο δε ως ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονος εισηλθεν
8 - απεκριθη δε προς αυτην πετρος ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου
9 - ο δε πετρος προς αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδες των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε
10 - επεσεν δε παραχρημα προς τους ποδας αυτου και εξεψυξεν εισελθοντες δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντες εθαψαν προς τον ανδρα αυτης
11 - και εγενετο φοβος μεγας εφ ολην την εκκλησιαν και επι παντας τους ακουοντας ταυτα
12 - δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα πολλα εν τω λαω και ησαν ομοθυμαδον απαντες εν τη στοα σολομωντος
13 - των δε λοιπων ουδεις ετολμα κολλασθαι αυτοις αλλ εμεγαλυνεν αυτους ο λαος
14 - μαλλον δε προσετιθεντο πιστευοντες τω κυριω πληθη ανδρων τε και γυναικων
15 - ωστε και εις τας πλατειας εκφερειν τους ασθενεις και τιθεναι επι κλιναριων και κραβαττων ινα ερχομενου πετρου καν η σκια επισκιαση τινι αυτων
16 - συνηρχετο δε και το πληθος των περιξ πολεων ιερουσαλημ φεροντες ασθενεις και οχλουμενους υπο πνευματων ακαθαρτων οιτινες εθεραπευοντο απαντες
17 - αναστας δε ο αρχιερευς και παντες οι συν αυτω η ουσα αιρεσις των σαδδουκαιων επλησθησαν ζηλου
18 - και επεβαλον τας χειρας επι τους αποστολους και εθεντο αυτους εν τηρησει δημοσια
19 - αγγελος δε κυριου δια νυκτος ανοιξας τας θυρας της φυλακης εξαγαγων τε αυτους ειπεν
20 - πορευεσθε και σταθεντες λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα της ζωης ταυτης
21 - ακουσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδιδασκον παραγενομενος δε ο αρχιερευς και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εις το δεσμωτηριον αχθηναι αυτους
22 - οι δε παραγενομενοι υπηρεται ουχ ευρον αυτους εν τη φυλακη αναστρεψαντες δε απηγγειλαν
23 - λεγοντες οτι το δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τους φυλακας εστωτας επι των θυρων ανοιξαντες δε εσω ουδενα ευρομεν
24 - ως δε ηκουσαν τους λογους τουτους ο τε στρατηγος του ιερου και οι αρχιερεις διηπορουν περι αυτων τι αν γενοιτο τουτο
25 - παραγενομενος δε τις απηγγειλεν αυτοις οτι ιδου οι ανδρες ους εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτες και διδασκοντες τον λαον
26 - τοτε απελθων ο στρατηγος συν τοις υπηρεταις ηγεν αυτους ου μετα βιας εφοβουντο γαρ τον λαον μη λιθασθωσιν
27 - αγαγοντες δε αυτους εστησαν εν τω συνεδριω και επηρωτησεν αυτους ο αρχιερευς
28 - λεγων [ου] παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ της διδαχης υμων και βουλεσθε επαγαγειν εφ ημας το αιμα του ανθρωπου τουτου
29 - αποκριθεις δε πετρος και οι αποστολοι ειπαν πειθαρχειν δει θεω μαλλον η ανθρωποις
30 - ο θεος των πατερων ημων ηγειρεν ιησουν ον υμεις διεχειρισασθε κρεμασαντες επι ξυλου
31 - τουτον ο θεος αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου [του] δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων
32 - και ημεις εσμεν μαρτυρες των ρηματων τουτων και το πνευμα το αγιον ο εδωκεν ο θεος τοις πειθαρχουσιν αυτω
33 - οι δε ακουσαντες διεπριοντο και εβουλοντο ανελειν αυτους
34 - αναστας δε τις εν τω συνεδριω φαρισαιος ονοματι γαμαλιηλ νομοδιδασκαλος τιμιος παντι τω λαω εκελευσεν εξω βραχυ τους ανθρωπους ποιησαι
35 - ειπεν τε προς αυτους ανδρες ισραηλιται προσεχετε εαυτοις επι τοις ανθρωποις τουτοις τι μελλετε πρασσειν
36 - προ γαρ τουτων των ημερων ανεστη θευδας λεγων ειναι τινα εαυτον ω προσεκλιθη ανδρων αριθμος ως τετρακοσιων ος ανηρεθη και παντες οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εις ουδεν
37 - μετα τουτον ανεστη ιουδας ο γαλιλαιος εν ταις ημεραις της απογραφης και απεστησεν λαον οπισω αυτου κακεινος απωλετο και παντες οσοι επειθοντο αυτω διεσκορπισθησαν
38 - και τα νυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και αφετε αυτους οτι εαν η εξ ανθρωπων η βουλη αυτη η το εργον τουτο καταλυθησεται
39 - ει δε εκ θεου εστιν ου δυνησεσθε καταλυσαι αυτους μηποτε και θεομαχοι ευρεθητε επεισθησαν δε αυτω
40 - και προσκαλεσαμενοι τους αποστολους δειραντες παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν
41 - οι μεν ουν επορευοντο χαιροντες απο προσωπου του συνεδριου οτι κατηξιωθησαν υπερ του ονοματος ατιμασθηναι
42 - πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντες και ευαγγελιζομενοι τον χριστον ιησουν