ROMANS - Chapter 10

1 - αδελφοι η μεν ευδοκια της εμης καρδιας και η δεησις προς τον θεον υπερ αυτων εις σωτηριαν
2 - μαρτυρω γαρ αυτοις οτι ζηλον θεου εχουσιν αλλ ου κατ επιγνωσιν
3 - αγνοουντες γαρ την του θεου δικαιοσυνην και την ιδιαν [δικαιοσυνην] ζητουντες στησαι τη δικαιοσυνη του θεου ουχ υπεταγησαν
4 - τελος γαρ νομου χριστος εις δικαιοσυνην παντι τω πιστευοντι
5 - μωυσης γαρ γραφει την δικαιοσυνην την εκ [του] νομου οτι ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις
6 - η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει μη ειπης εν τη καρδια σου τις αναβησεται εις τον ουρανον τουτ εστιν χριστον καταγαγειν
7 - η τις καταβησεται εις την αβυσσον τουτ εστιν χριστον εκ νεκρων αναγαγειν
8 - αλλα τι λεγει εγγυς σου το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν
9 - οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων σωθηση
10 - καρδια γαρ πιστευεται εις δικαιοσυνην στοματι δε ομολογειται εις σωτηριαν
11 - λεγει γαρ η γραφη πας ο πιστευων επ αυτω ου καταισχυνθησεται
12 - ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος ο γαρ αυτος κυριος παντων πλουτων εις παντας τους επικαλουμενους αυτον
13 - πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται
14 - πως ουν επικαλεσωνται εις ον ουκ επιστευσαν πως δε πιστευσωσιν ου ουκ ηκουσαν πως δε ακουσωσιν χωρις κηρυσσοντος
15 - πως δε κηρυξωσιν εαν μη αποσταλωσιν καθως γεγραπται ως ωραιοι οι ποδες των ευαγγελιζομενων [τα] αγαθα
16 - αλλ ου παντες υπηκουσαν τω ευαγγελιω ησαιας γαρ λεγει κυριε τις επιστευσεν τη ακοη ημων
17 - αρα η πιστις εξ ακοης η δε ακοη δια ρηματος χριστου
18 - αλλα λεγω μη ουκ ηκουσαν μενουνγε εις πασαν την γην εξηλθεν ο φθογγος αυτων και εις τα περατα της οικουμενης τα ρηματα αυτων
19 - αλλα λεγω μη ισραηλ ουκ εγνω πρωτος μωυσης λεγει εγω παραζηλωσω υμας επ ουκ εθνει επ εθνει ασυνετω παροργιω υμας
20 - ησαιας δε αποτολμα και λεγει ευρεθην [εν] τοις εμε μη ζητουσιν εμφανης εγενομην τοις εμε μη επερωτωσιν
21 - προς δε τον ισραηλ λεγει ολην την ημεραν εξεπετασα τας χειρας μου προς λαον απειθουντα και αντιλεγοντα