ROMANS - Chapter 12

1 - παρακαλω ουν υμας αδελφοι δια των οικτιρμων του θεου παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θεω την λογικην λατρειαν υμων
2 - και μη συσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοος εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον
3 - λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εις το σωφρονειν εκαστω ως ο θεος εμερισεν μετρον πιστεως
4 - καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν
5 - ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω το δε καθ εις αλληλων μελη
6 - εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα ειτε προφητειαν κατα την αναλογιαν της πιστεως
7 - ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια
8 - ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδους εν απλοτητι ο προισταμενος εν σπουδη ο ελεων εν ιλαροτητι
9 - η αγαπη ανυποκριτος αποστυγουντες το πονηρον κολλωμενοι τω αγαθω
10 - τη φιλαδελφια εις αλληλους φιλοστοργοι τη τιμη αλληλους προηγουμενοι
11 - τη σπουδη μη οκνηροι τω πνευματι ζεοντες τω κυριω δουλευοντες
12 - τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες
13 - ταις χρειαις των αγιων κοινωνουντες την φιλοξενιαν διωκοντες
14 - ευλογειτε τους διωκοντας [υμας] ευλογειτε και μη καταρασθε
15 - χαιρειν μετα χαιροντων κλαιειν μετα κλαιοντων
16 - το αυτο εις αλληλους φρονουντες μη τα υψηλα φρονουντες αλλα τοις ταπεινοις συναπαγομενοι μη γινεσθε φρονιμοι παρ εαυτοις
17 - μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον παντων ανθρωπων
18 - ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες
19 - μη εαυτους εκδικουντες αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος
20 - αλλα εαν πεινα ο εχθρος σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου
21 - μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον