ROMANS - Chapter 15

1 - οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν
2 - εκαστος ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην
3 - και γαρ ο χριστος ουχ εαυτω ηρεσεν αλλα καθως γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ εμε
4 - οσα γαρ προεγραφη εις την ημετεραν διδασκαλιαν εγραφη ινα δια της υπομονης και δια της παρακλησεως των γραφων την ελπιδα εχωμεν
5 - ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν
6 - ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου
7 - διο προσλαμβανεσθε αλληλους καθως και ο χριστος προσελαβετο υμας εις δοξαν του θεου
8 - λεγω γαρ χριστον διακονον γεγενησθαι περιτομης υπερ αληθειας θεου εις το βεβαιωσαι τας επαγγελιας των πατερων
9 - τα δε εθνη υπερ ελεους δοξασαι τον θεον καθως γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω
10 - και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου
11 - και παλιν αινειτε παντα τα εθνη τον κυριον και επαινεσατωσαν αυτον παντες οι λαοι
12 - και παλιν ησαιας λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενος αρχειν εθνων επ αυτω εθνη ελπιουσιν
13 - ο δε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εν τω πιστευειν εις το περισσευειν υμας εν τη ελπιδι εν δυναμει πνευματος αγιου
14 - πεπεισμαι δε αδελφοι μου και αυτος εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνης πεπληρωμενοι πασης [της] γνωσεως δυναμενοι και αλληλους νουθετειν
15 - τολμηροτερον δε εγραψα υμιν απο μερους ως επαναμιμνησκων υμας δια την χαριν την δοθεισαν μοι υπο του θεου
16 - εις το ειναι με λειτουργον χριστου ιησου εις τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος ηγιασμενη εν πνευματι αγιω
17 - εχω ουν [την] καυχησιν εν χριστω ιησου τα προς τον θεον
18 - ου γαρ τολμησω τι λαλειν ων ου κατειργασατο χριστος δι εμου εις υπακοην εθνων λογω και εργω
19 - εν δυναμει σημειων και τερατων εν δυναμει πνευματος [θεου] ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου
20 - ουτως δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστος ινα μη επ αλλοτριον θεμελιον οικοδομω
21 - αλλα καθως γεγραπται οις ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν
22 - διο και ενεκοπτομην τα πολλα του ελθειν προς υμας
23 - νυνι δε μηκετι τοπον εχων εν τοις κλιμασι τουτοις επιποθιαν δε εχων του ελθειν προς υμας απο πολλων ετων
24 - ως αν πορευωμαι εις την σπανιαν ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερους εμπλησθω
25 - νυνι δε πορευομαι εις ιερουσαλημ διακονων τοις αγιοις
26 - ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εις τους πτωχους των αγιων των εν ιερουσαλημ
27 - ευδοκησαν γαρ και οφειλεται εισιν αυτων ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοις σαρκικοις λειτουργησαι αυτοις
28 - τουτο ουν επιτελεσας και σφραγισαμενος αυτοις τον καρπον τουτον απελευσομαι δι υμων εις σπανιαν
29 - οιδα δε οτι ερχομενος προς υμας εν πληρωματι ευλογιας χριστου ελευσομαι
30 - παρακαλω δε υμας [αδελφοι] δια του κυριου ημων ιησου χριστου και δια της αγαπης του πνευματος συναγωνισασθαι μοι εν ταις προσευχαις υπερ εμου προς τον θεον
31 - ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και η διακονια μου η εις ιερουσαλημ ευπροσδεκτος τοις αγιοις γενηται
32 - ινα εν χαρα ελθων προς υμας δια θεληματος θεου συναναπαυσωμαι υμιν
33 - ο δε θεος της ειρηνης μετα παντων υμων αμην