ROMANS - Chapter 3

1 - τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης
2 - πολυ κατα παντα τροπον πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου
3 - τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει
4 - μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθως γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε
5 - ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω
6 - μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον
7 - ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι
8 - και μη καθως βλασφημουμεθα και καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν
9 - τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι
10 - καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις
11 - ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον
12 - παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ο ποιων χρηστοτητα [ουκ εστιν] εως ενος
13 - ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων
14 - ων το στομα αρας και πικριας γεμει
15 - οξεις οι ποδες αυτων εκχεαι αιμα
16 - συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων
17 - και οδον ειρηνης ουκ εγνωσαν
18 - ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων
19 - οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω
20 - διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας
21 - νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων
22 - δικαιοσυνη δε θεου δια πιστεως ιησου χριστου εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη
23 - παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου
24 - δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου
25 - ον προεθετο ο θεος ιλαστηριον δια [της] πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων
26 - εν τη ανοχη του θεου προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου
27 - που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως
28 - λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου
29 - η ιουδαιων ο θεος μονον ουχι και εθνων ναι και εθνων
30 - ειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως
31 - νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστανομεν