1 CORINTHIANS - Chapter 1

1 - παυλος κλητος αποστολος χριστου ιησου δια θεληματος θεου και σωσθενης ο αδελφος
2 - τη εκκλησια του θεου τη ουση εν κορινθω ηγιασμενοις εν χριστω ιησου κλητοις αγιοις συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων και ημων
3 - χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
4 - ευχαριστω τω θεω μου παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν χριστω ιησου
5 - οτι εν παντι επλουτισθητε εν αυτω εν παντι λογω και παση γνωσει
6 - καθως το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν
7 - ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου
8 - ος και βεβαιωσει υμας εως τελους ανεγκλητους εν τη ημερα του κυριου ημων ιησου [χριστου]
9 - πιστος ο θεος δι ου εκληθητε εις κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων
10 - παρακαλω δε υμας αδελφοι δια του ονοματος του κυριου ημων ιησου χριστου ινα το αυτο λεγητε παντες και μη η εν υμιν σχισματα ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη
11 - εδηλωθη γαρ μοι περι υμων αδελφοι μου υπο των χλοης οτι εριδες εν υμιν εισιν
12 - λεγω δε τουτο οτι εκαστος υμων λεγει εγω μεν ειμι παυλου εγω δε απολλω εγω δε κηφα εγω δε χριστου
13 - μεμερισται ο χριστος μη παυλος εσταυρωθη υπερ υμων η εις το ονομα παυλου εβαπτισθητε
14 - ευχαριστω [τω θεω] οτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον
15 - ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισθητε
16 - εβαπτισα δε και τον στεφανα οικον λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα
17 - ου γαρ απεστειλεν με χριστος βαπτιζειν αλλα ευαγγελιζεσθαι ουκ εν σοφια λογου ινα μη κενωθη ο σταυρος του χριστου
18 - ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν
19 - γεγραπται γαρ απολω την σοφιαν των σοφων και την συνεσιν των συνετων αθετησω
20 - που σοφος που γραμματευς που συζητητης του αιωνος τουτου ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου
21 - επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας
22 - επειδη και ιουδαιοι σημεια αιτουσιν και ελληνες σοφιαν ζητουσιν
23 - ημεις δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν
24 - αυτοις δε τοις κλητοις ιουδαιοις τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν
25 - οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν και το ασθενες του θεου ισχυροτερον των ανθρωπων
26 - βλεπετε γαρ την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ου πολλοι δυνατοι ου πολλοι ευγενεις
27 - αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα
28 - και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος τα μη οντα ινα τα οντα καταργηση
29 - οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου
30 - εξ αυτου δε υμεις εστε εν χριστω ιησου ος εγενηθη σοφια ημιν απο θεου δικαιοσυνη τε και αγιασμος και απολυτρωσις
31 - ινα καθως γεγραπται ο καυχωμενος εν κυριω καυχασθω