1 CORINTHIANS - Chapter 10

1 - ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον
2 - και παντες εις τον μωυσην εβαπτισθησαν εν τη νεφελη και εν τη θαλασση
3 - και παντες το αυτο πνευματικον βρωμα εφαγον
4 - και παντες το αυτο πνευματικον επιον πομα επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος
5 - αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω
6 - ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν
7 - μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ωσπερ γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν
8 - μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες
9 - μηδε εκπειραζωμεν τον χριστον καθως τινες αυτων επειρασαν και υπο των οφεων απωλλυντο
10 - μηδε γογγυζετε καθαπερ τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου
11 - ταυτα δε τυπικως συνεβαινεν εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν
12 - ωστε ο δοκων εσταναι βλεπετω μη πεση
13 - πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν
14 - διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας
15 - ως φρονιμοις λεγω κρινατε υμεις ο φημι
16 - το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια εστιν του αιματος του χριστου τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν
17 - οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν
18 - βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν
19 - τι ουν φημι οτι ειδωλοθυτον τι εστιν η οτι ειδωλον τι εστιν
20 - αλλ οτι α θυουσιν δαιμονιοις και ου θεω [θυουσιν] ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι
21 - ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων
22 - η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν
23 - παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει
24 - μηδεις το εαυτου ζητειτω αλλα το του ετερου
25 - παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν
26 - του κυριου γαρ η γη και το πληρωμα αυτης
27 - ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν
28 - εαν δε τις υμιν ειπη τουτο ιεροθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν
29 - συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινατι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως
30 - ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω
31 - ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε
32 - απροσκοποι και ιουδαιοις γινεσθε και ελλησιν και τη εκκλησια του θεου
33 - καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων ινα σωθωσιν