1 CORINTHIANS - Chapter 12

1 - περι δε των πνευματικων αδελφοι ου θελω υμας αγνοειν
2 - οιδατε οτι οτε εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι
3 - διο γνωριζω υμιν οτι ουδεις εν πνευματι θεου λαλων λεγει αναθεμα ιησους και ουδεις δυναται ειπειν κυριος ιησους ει μη εν πνευματι αγιω
4 - διαιρεσεις δε χαρισματων εισιν το δε αυτο πνευμα
5 - και διαιρεσεις διακονιων εισιν και ο αυτος κυριος
6 - και διαιρεσεις ενεργηματων εισιν ο δε αυτος θεος ο ενεργων τα παντα εν πασιν
7 - εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον
8 - ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα
9 - ετερω πιστις εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω ενι πνευματι
10 - αλλω δε ενεργηματα δυναμεων αλλω [δε] προφητεια αλλω [δε] διακρισεις πνευματων ετερω γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων
11 - παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθως βουλεται
12 - καθαπερ γαρ το σωμα εν εστιν και μελη πολλα εχει παντα δε τα μελη του σωματος πολλα οντα εν εστιν σωμα ουτως και ο χριστος
13 - και γαρ εν ενι πνευματι ημεις παντες εις εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνες ειτε δουλοι ειτε ελευθεροι και παντες εν πνευμα εποτισθημεν
14 - και γαρ το σωμα ουκ εστιν εν μελος αλλα πολλα
15 - εαν ειπη ο πους οτι ουκ ειμι χειρ ουκ ειμι εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
16 - και εαν ειπη το ους οτι ουκ ειμι οφθαλμος ουκ ειμι εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
17 - ει ολον το σωμα οφθαλμος που η ακοη ει ολον ακοη που η οσφρησις
18 - νυνι δε ο θεος εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθως ηθελησεν
19 - ει δε ην τα παντα εν μελος που το σωμα
20 - νυν δε πολλα μεν μελη εν δε σωμα
21 - ου δυναται δε ο οφθαλμος ειπειν τη χειρι χρειαν σου ουκ εχω η παλιν η κεφαλη τοις ποσιν χρειαν υμων ουκ εχω
22 - αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματος ασθενεστερα υπαρχειν αναγκαια εστιν
23 - και α δοκουμεν ατιμοτερα ειναι του σωματος τουτοις τιμην περισσοτεραν περιτιθεμεν και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει
24 - τα δε ευσχημονα ημων ου χρειαν εχει αλλα ο θεος συνεκερασεν το σωμα τω υστερουμενω περισσοτεραν δους τιμην
25 - ινα μη η σχισμα εν τω σωματι αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη
26 - και ειτε πασχει εν μελος συμπασχει παντα τα μελη ειτε δοξαζεται [εν] μελος συγχαιρει παντα τα μελη
27 - υμεις δε εστε σωμα χριστου και μελη εκ μερους
28 - και ους μεν εθετο ο θεος εν τη εκκλησια πρωτον αποστολους δευτερον προφητας τριτον διδασκαλους επειτα δυναμεις επειτα χαρισματα ιαματων αντιλημψεις κυβερνησεις γενη γλωσσων
29 - μη παντες αποστολοι μη παντες προφηται μη παντες διδασκαλοι μη παντες δυναμεις
30 - μη παντες χαρισματα εχουσιν ιαματων μη παντες γλωσσαις λαλουσιν μη παντες διερμηνευουσιν
31 - ζηλουτε δε τα χαρισματα τα μειζονα και ετι καθ υπερβολην οδον υμιν δεικνυμι