1 CORINTHIANS - Chapter 13

1 - εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον
2 - και εαν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν και εαν εχω πασαν την πιστιν ωστε ορη μεθισταναι αγαπην δε μη εχω ουθεν ειμι
3 - καν ψωμισω παντα τα υπαρχοντα μου και εαν παραδω το σωμα μου ινα καυχησωμαι αγαπην δε μη εχω ουδεν ωφελουμαι
4 - η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι [η αγαπη] ου περπερευεται ου φυσιουται
5 - ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον
6 - ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια
7 - παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει
8 - η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται
9 - εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν
10 - οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται
11 - οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου
12 - βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην
13 - νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη