1 CORINTHIANS - Chapter 14

1 - διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε
2 - ο γαρ λαλων γλωσση ουκ ανθρωποις λαλει αλλα θεω ουδεις γαρ ακουει πνευματι δε λαλει μυστηρια
3 - ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν
4 - ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει
5 - θελω δε παντας υμας λαλειν γλωσσαις μαλλον δε ινα προφητευητε μειζων δε ο προφητευων η ο λαλων γλωσσαις εκτος ει μη διερμηνευη ινα η εκκλησια οικοδομην λαβη
6 - νυν δε αδελφοι εαν ελθω προς υμας γλωσσαις λαλων τι υμας ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η [εν] διδαχη
7 - ομως τα αψυχα φωνην διδοντα ειτε αυλος ειτε κιθαρα εαν διαστολην τοις φθογγοις μη δω πως γνωσθησεται το αυλουμενον η το κιθαριζομενον
8 - και γαρ εαν αδηλον σαλπιγξ φωνην δω τις παρασκευασεται εις πολεμον
9 - ουτως και υμεις δια της γλωσσης εαν μη ευσημον λογον δωτε πως γνωσθησεται το λαλουμενον εσεσθε γαρ εις αερα λαλουντες
10 - τοσαυτα ει τυχοι γενη φωνων εισιν εν κοσμω και ουδεν αφωνον
11 - εαν ουν μη ειδω την δυναμιν της φωνης εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εν εμοι βαρβαρος
12 - ουτως και υμεις επει ζηλωται εστε πνευματων προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε
13 - διο ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη
14 - εαν [γαρ] προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νους μου ακαρπος εστιν
15 - τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
16 - επει εαν ευλογης [εν] πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεις ουκ οιδεν
17 - συ μεν γαρ καλως ευχαριστεις αλλ ο ετερος ουκ οικοδομειται
18 - ευχαριστω τω θεω παντων υμων μαλλον γλωσσαις λαλω
19 - αλλα εν εκκλησια θελω πεντε λογους τω νοι μου λαλησαι ινα και αλλους κατηχησω η μυριους λογους εν γλωσση
20 - αδελφοι μη παιδια γινεσθε ταις φρεσιν αλλα τη κακια νηπιαζετε ταις δε φρεσιν τελειοι γινεσθε
21 - εν τω νομω γεγραπται οτι εν ετερογλωσσοις και εν χειλεσιν ετερων λαλησω τω λαω τουτω και ουδ ουτως εισακουσονται μου λεγει κυριος
22 - ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν αλλα τοις απιστοις η δε προφητεια ου τοις απιστοις αλλα τοις πιστευουσιν
23 - εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντες λαλωσιν γλωσσαις εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε
24 - εαν δε παντες προφητευωσιν εισελθη δε τις απιστος η ιδιωτης ελεγχεται υπο παντων ανακρινεται υπο παντων
25 - τα κρυπτα της καρδιας αυτου φανερα γινεται και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι οντως ο θεος εν υμιν εστιν
26 - τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστος ψαλμον εχει διδαχην εχει αποκαλυψιν εχει γλωσσαν εχει ερμηνειαν εχει παντα προς οικοδομην γινεσθω
27 - ειτε γλωσση τις λαλει κατα δυο η το πλειστον τρεις και ανα μερος και εις διερμηνευετω
28 - εαν δε μη η διερμηνευτης σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω
29 - προφηται δε δυο η τρεις λαλειτωσαν και οι αλλοι διακρινετωσαν
30 - εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτος σιγατω
31 - δυνασθε γαρ καθ ενα παντες προφητευειν ινα παντες μανθανωσιν και παντες παρακαλωνται
32 - και πνευματα προφητων προφηταις υποτασσεται
33 - ου γαρ εστιν ακαταστασιας ο θεος αλλα ειρηνης ως εν πασαις ταις εκκλησιαις των αγιων
34 - αι γυναικες εν ταις εκκλησιαις σιγατωσαν ου γαρ επιτρεπεται αυταις λαλειν αλλα υποτασσεσθωσαν καθως και ο νομος λεγει
35 - ει δε τι μαθειν θελουσιν εν οικω τους ιδιους ανδρας επερωτατωσαν αισχρον γαρ εστιν γυναικι λαλειν εν εκκλησια
36 - η αφ υμων ο λογος του θεου εξηλθεν η εις υμας μονους κατηντησεν
37 - ει τις δοκει προφητης ειναι η πνευματικος επιγινωσκετω α γραφω υμιν οτι κυριου εστιν εντολη
38 - ει δε τις αγνοει αγνοειται
39 - ωστε αδελφοι [μου] ζηλουτε το προφητευειν και το λαλειν μη κωλυετε γλωσσαις
40 - παντα δε ευσχημονως και κατα ταξιν γινεσθω