1 CORINTHIANS - Chapter 15

1 - γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε
2 - δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτος ει μη εικη επιστευσατε
3 - παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας
4 - και οτι εταφη και οτι εγηγερται τη ημερα τη τριτη κατα τας γραφας
5 - και οτι ωφθη κηφα ειτα τοις δωδεκα
6 - επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ εξ ων οι πλειονες μενουσιν εως αρτι τινες δε εκοιμηθησαν
7 - επειτα ωφθη ιακωβω ειτα τοις αποστολοις πασιν
8 - εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι
9 - εγω γαρ ειμι ο ελαχιστος των αποστολων ος ουκ ειμι ικανος καλεισθαι αποστολος διοτι εδιωξα την εκκλησιαν του θεου
10 - χαριτι δε θεου ειμι ο ειμι και η χαρις αυτου η εις εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλα η χαρις του θεου [η] συν εμοι
11 - ειτε ουν εγω ειτε εκεινοι ουτως κηρυσσομεν και ουτως επιστευσατε
12 - ει δε χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται πως λεγουσιν εν υμιν τινες οτι αναστασις νεκρων ουκ εστιν
13 - ει δε αναστασις νεκρων ουκ εστιν ουδε χριστος εγηγερται
14 - ει δε χριστος ουκ εγηγερται κενον αρα [και] το κηρυγμα ημων κενη και η πιστις υμων
15 - ευρισκομεθα δε και ψευδομαρτυρες του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται
16 - ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστος εγηγερται
17 - ει δε χριστος ουκ εγηγερται ματαια η πιστις υμων ετι εστε εν ταις αμαρτιαις υμων
18 - αρα και οι κοιμηθεντες εν χριστω απωλοντο
19 - ει εν τη ζωη ταυτη εν χριστω ηλπικοτες εσμεν μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν
20 - νυνι δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων
21 - επειδη γαρ δι ανθρωπου θανατος και δι ανθρωπου αναστασις νεκρων
22 - ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν ουτως και εν τω χριστω παντες ζωοποιηθησονται
23 - εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επειτα οι του χριστου εν τη παρουσια αυτου
24 - ειτα το τελος οταν παραδιδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν
25 - δει γαρ αυτον βασιλευειν αχρι ου θη παντας τους εχθρους υπο τους ποδας αυτου
26 - εσχατος εχθρος καταργειται ο θανατος
27 - παντα γαρ υπεταξεν υπο τους ποδας αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα
28 - οταν δε υποταγη αυτω τα παντα τοτε [και] αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεος [τα] παντα εν πασιν
29 - επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολως νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ αυτων
30 - τι και ημεις κινδυνευομεν πασαν ωραν
31 - καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν [αδελφοι] ην εχω εν χριστω ιησου τω κυριω ημων
32 - ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελος ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν
33 - μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι
34 - εκνηψατε δικαιως και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινες εχουσιν προς εντροπην υμιν λαλω
35 - αλλα ερει τις πως εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται
36 - αφρων συ ο σπειρεις ου ζωοποιειται εαν μη αποθανη
37 - και ο σπειρεις ου το σωμα το γενησομενον σπειρεις αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινος των λοιπων
38 - ο δε θεος διδωσιν αυτω σωμα καθως ηθελησεν και εκαστω των σπερματων ιδιον σωμα
39 - ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε σαρξ πτηνων αλλη δε ιχθυων
40 - και σωματα επουρανια και σωματα επιγεια αλλα ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων
41 - αλλη δοξα ηλιου και αλλη δοξα σεληνης και αλλη δοξα αστερων αστηρ γαρ αστερος διαφερει εν δοξη
42 - ουτως και η αναστασις των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια
43 - σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει
44 - σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον ει εστιν σωμα ψυχικον εστιν και πνευματικον
45 - ουτως και γεγραπται εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν ο εσχατος αδαμ εις πνευμα ζωοποιουν
46 - αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον
47 - ο πρωτος ανθρωπος εκ γης χοικος ο δευτερος ανθρωπος εξ ουρανου
48 - οιος ο χοικος τοιουτοι και οι χοικοι και οιος ο επουρανιος τοιουτοι και οι επουρανιοι
49 - και καθως εφορεσαμεν την εικονα του χοικου φορεσομεν και την εικονα του επουρανιου
50 - τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυναται ουδε η φθορα την αφθαρσιαν κληρονομει
51 - ιδου μυστηριον υμιν λεγω παντες ου κοιμηθησομεθα παντες δε αλλαγησομεθα
52 - εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεις αλλαγησομεθα
53 - δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν
54 - οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν τοτε γενησεται ο λογος ο γεγραμμενος κατεποθη ο θανατος εις νικος
55 - που σου θανατε το νικος που σου θανατε το κεντρον
56 - το δε κεντρον του θανατου η αμαρτια η δε δυναμις της αμαρτιας ο νομος
57 - τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων ιησου χριστου
58 - ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω