1 CORINTHIANS - Chapter 3

1 - καγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκινοις ως νηπιοις εν χριστω
2 - γαλα υμας εποτισα ου βρωμα ουπω γαρ εδυνασθε αλλ ουδε ετι νυν δυνασθε
3 - ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλος και ερις ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε
4 - οταν γαρ λεγη τις εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουκ ανθρωποι εστε
5 - τι ουν εστιν απολλως τι δε εστιν παυλος διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν
6 - εγω εφυτευσα απολλως εποτισεν αλλα ο θεος ηυξανεν
7 - ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεος
8 - ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον λημψεται κατα τον ιδιον κοπον
9 - θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε
10 - κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον εθηκα αλλος δε εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει
11 - θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον ος εστιν ιησους χριστος
12 - ει δε τις εποικοδομει επι τον θεμελιον χρυσον αργυρον λιθους τιμιους ξυλα χορτον καλαμην
13 - εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ [αυτο] δοκιμασει
14 - ει τινος το εργον μενει ο εποικοδομησεν μισθον λημψεται
15 - ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος
16 - ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμιν
17 - ει τις τον ναον του θεου φθειρει φθερει τουτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις
18 - μηδεις εαυτον εξαπατατω ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω μωρος γενεσθω ινα γενηται σοφος
19 - η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων
20 - και παλιν κυριος γινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι
21 - ωστε μηδεις καυχασθω εν ανθρωποις παντα γαρ υμων εστιν
22 - ειτε παυλος ειτε απολλως ειτε κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα παντα υμων
23 - υμεις δε χριστου χριστος δε θεου