1 CORINTHIANS - Chapter 4

1 - ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας χριστου και οικονομους μυστηριων θεου
2 - ωδε λοιπον ζητειται εν τοις οικονομοις ινα πιστος τις ευρεθη
3 - εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρινω
4 - ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με κυριος εστιν
5 - ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο κυριος ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του θεου
6 - ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και απολλων δι υμας ινα εν ημιν μαθητε το μη υπερ α γεγραπται ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετερου
7 - τις γαρ σε διακρινει τι δε εχεις ο ουκ ελαβες ει δε και ελαβες τι καυχασαι ως μη λαβων
8 - ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε και οφελον γε εβασιλευσατε ινα και ημεις υμιν συμβασιλευσωμεν
9 - δοκω γαρ ο θεος ημας τους αποστολους εσχατους απεδειξεν ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και ανθρωποις
10 - ημεις μωροι δια χριστον υμεις δε φρονιμοι εν χριστω ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι
11 - αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνιτευομεν και κολαφιζομεθα και αστατουμεν
12 - και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα
13 - δυσφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεν παντων περιψημα εως αρτι
14 - ουκ εντρεπων υμας γραφω ταυτα αλλ ως τεκνα μου αγαπητα νουθετω[ν]
15 - εαν γαρ μυριους παιδαγωγους εχητε εν χριστω αλλ ου πολλους πατερας εν γαρ χριστω ιησου δια του ευαγγελιου εγω υμας εγεννησα
16 - παρακαλω ουν υμας μιμηται μου γινεσθε
17 - δια τουτο επεμψα υμιν τιμοθεον ος εστιν μου τεκνον αγαπητον και πιστον εν κυριω ος υμας αναμνησει τας οδους μου τας εν χριστω [ιησου] καθως πανταχου εν παση εκκλησια διδασκω
18 - ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες
19 - ελευσομαι δε ταχεως προς υμας εαν ο κυριος θεληση και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δυναμιν
20 - ου γαρ εν λογω η βασιλεια του θεου αλλ εν δυναμει
21 - τι θελετε εν ραβδω ελθω προς υμας η εν αγαπη πνευματι τε πραυτητος