1 CORINTHIANS - Chapter 5

1 - ολως ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του πατρος εχειν
2 - και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας
3 - εγω μεν γαρ απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
4 - εν τω ονοματι του κυριου [ημων] ιησου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου
5 - παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου
6 - ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι
7 - εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων ετυθη χριστος
8 - ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινειας και αληθειας
9 - εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
10 - ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφειλετε αρα εκ του κοσμου εξελθειν
11 - νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
12 - τι γαρ μοι τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε
13 - τους δε εξω ο θεος κρινει εξαρατε τον πονηρον εξ υμων αυτων