1 CORINTHIANS - Chapter 6

1 - τολμα τις υμων πραγμα εχων προς τον ετερον κρινεσθαι επι των αδικων και ουχι επι των αγιων
2 - η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρινεται ο κοσμος αναξιοι εστε κριτηριων ελαχιστων
3 - ουκ οιδατε οτι αγγελους κρινουμεν μητιγε βιωτικα
4 - βιωτικα μεν ουν κριτηρια εαν εχητε τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε
5 - προς εντροπην υμιν λεγω ουτως ουκ ενι εν υμιν ουδεις σοφος ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου
6 - αλλα αδελφος μετα αδελφου κρινεται και τουτο επι απιστων
7 - ηδη μεν [ουν] ολως ηττημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθε δια τι ουχι μαλλον αποστερεισθε
8 - αλλα υμεις αδικειτε και αποστερειτε και τουτο αδελφους
9 - η ουκ οιδατε οτι αδικοι θεου βασιλειαν ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται
10 - ουτε κλεπται ουτε πλεονεκται ου μεθυσοι ου λοιδοροι ουχ αρπαγες βασιλειαν θεου κληρονομησουσιν
11 - και ταυτα τινες ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυριου ιησου χριστου και εν τω πνευματι του θεου ημων
12 - παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος
13 - τα βρωματα τη κοιλια και η κοιλια τοις βρωμασιν ο δε θεος και ταυτην και ταυτα καταργησει το δε σωμα ου τη πορνεια αλλα τω κυριω και ο κυριος τω σωματι
14 - ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγερει δια της δυναμεως αυτου
15 - ουκ οιδατε οτι τα σωματα υμων μελη χριστου εστιν αρας ουν τα μελη του χριστου ποιησω πορνης μελη μη γενοιτο
16 - [η] ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εις σαρκα μιαν
17 - ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν
18 - φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανθρωπος εκτος του σωματος εστιν ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει
19 - η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος εστιν ου εχετε απο θεου και ουκ εστε εαυτων
20 - ηγορασθητε γαρ τιμης δοξασατε δη τον θεον εν τω σωματι υμων