1 CORINTHIANS - Chapter 7

1 - περι δε ων εγραψατε καλον ανθρωπω γυναικος μη απτεσθαι
2 - δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω
3 - τη γυναικι ο ανηρ την οφειλην αποδιδοτω ομοιως δε και η γυνη τω ανδρι
4 - η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλα ο ανηρ ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη
5 - μη αποστερειτε αλληλους ει μητι αν εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν υμων
6 - τουτο δε λεγω κατα συγγνωμην ου κατ επιταγην
7 - θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον αλλα εκαστος ιδιον εχει χαρισμα εκ θεου ο μεν ουτως ο δε ουτως
8 - λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μεινωσιν ως καγω
9 - ει δε ουκ εγκρατευονται γαμησατωσαν κρειττον γαρ εστιν γαμησαι η πυρουσθαι
10 - τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωρισθηναι
11 - εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι
12 - τοις δε λοιποις λεγω εγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην
13 - και γυνη ει τις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα
14 - ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν
15 - ει δε ο απιστος χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν υμας ο θεος
16 - τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις
17 - ει μη εκαστω ως εμερισεν ο κυριος εκαστον ως κεκληκεν ο θεος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι
18 - περιτετμημενος τις εκληθη μη επισπασθω εν ακροβυστια κεκληται τις μη περιτεμνεσθω
19 - η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου
20 - εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω
21 - δουλος εκληθης μη σοι μελετω αλλ ει και δυνασαι ελευθερος γενεσθαι μαλλον χρησαι
22 - ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν ομοιως ο ελευθερος κληθεις δουλος εστιν χριστου
23 - τιμης ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων
24 - εκαστος εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θεω
25 - περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι
26 - νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτως ειναι
27 - δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα
28 - εαν δε και γαμησης ουχ ημαρτες και εαν γημη η παρθενος ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι
29 - τουτο δε φημι αδελφοι ο καιρος συνεσταλμενος εστιν το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν
30 - και οι κλαιοντες ως μη κλαιοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες
31 - και οι χρωμενοι τον κοσμον ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου
32 - θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεση τω κυριω
33 - ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεση τη γυναικι
34 - και μεμερισται και η γυνη η αγαμος και η παρθενος μεριμνα τα του κυριου ινα η αγια και τω σωματι και τω πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεση τω ανδρι
35 - τουτο δε προς το υμων αυτων συμφορον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως
36 - ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος και ουτως οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν
37 - ος δε εστηκεν εν τη καρδια αυτου εδραιος μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη ιδια καρδια τηρειν την εαυτου παρθενον καλως ποιησει
38 - ωστε και ο γαμιζων την εαυτου παρθενον καλως ποιει και ο μη γαμιζων κρεισσον ποιησει
39 - γυνη δεδεται εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω
40 - μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω δε καγω πνευμα θεου εχειν