1 CORINTHIANS - Chapter 8

1 - περι δε των ειδωλοθυτων οιδαμεν οτι παντες γνωσιν εχομεν η γνωσις φυσιοι η δε αγαπη οικοδομει
2 - ει τις δοκει εγνωκεναι τι ουπω εγνω καθως δει γνωναι
3 - ει δε τις αγαπα τον θεον ουτος εγνωσται υπ αυτου
4 - περι της βρωσεως ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεις θεος ει μη εις
5 - και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γης ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι
6 - αλλ ημιν εις θεος ο πατηρ εξ ου τα παντα και ημεις εις αυτον και εις κυριος ιησους χριστος δι ου τα παντα και ημεις δι αυτου
7 - αλλ ουκ εν πασιν η γνωσις τινες δε τη συνηθεια εως αρτι του ειδωλου ως ειδωλοθυτον εσθιουσιν και η συνειδησις αυτων ασθενης ουσα μολυνεται
8 - βρωμα δε ημας ου παραστησει τω θεω ουτε εαν μη φαγωμεν υστερουμεθα ουτε εαν φαγωμεν περισσευομεν
9 - βλεπετε δε μη πως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενεσιν
10 - εαν γαρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το τα ειδωλοθυτα εσθιειν
11 - απολλυται γαρ ο ασθενων εν τη ση γνωσει ο αδελφος δι ον χριστος απεθανεν
12 - ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνειδησιν ασθενουσαν εις χριστον αμαρτανετε
13 - διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εις τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω