1 CORINTHIANS - Chapter 9

1 - ουκ ειμι ελευθερος ουκ ειμι αποστολος ουχι ιησουν τον κυριον ημων εωρακα ου το εργον μου υμεις εστε εν κυριω
2 - ει αλλοις ουκ ειμι αποστολος αλλα γε υμιν ειμι η γαρ σφραγις μου της αποστολης υμεις εστε εν κυριω
3 - η εμη απολογια τοις εμε ανακρινουσιν εστιν αυτη
4 - μη ουκ εχομεν εξουσιαν φαγειν και πειν
5 - μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφας
6 - η μονος εγω και βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι
7 - τις στρατευεται ιδιοις οψωνιοις ποτε τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει η τις ποιμαινει ποιμνην και εκ του γαλακτος της ποιμνης ουκ εσθιει
8 - μη κατα ανθρωπον ταυτα λαλω η και ο νομος ταυτα ου λεγει
9 - εν γαρ τω μωυσεως νομω γεγραπται ου κημωσεις βουν αλοωντα μη των βοων μελει τω θεω
10 - η δι ημας παντως λεγει δι ημας γαρ εγραφη οτι οφειλει επ ελπιδι ο αροτριων αροτριαν και ο αλοων επ ελπιδι του μετεχειν
11 - ει ημεις υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεις υμων τα σαρκικα θερισομεν
12 - ει αλλοι της υμων εξουσιας μετεχουσιν ου μαλλον ημεις αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη τινα εγκοπην δωμεν τω ευαγγελιω του χριστου
13 - ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι [τα] εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συμμεριζονται
14 - ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην
15 - εγω δε ου κεχρημαι ουδενι τουτων ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ουδεις κενωσει
16 - εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι
17 - ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι
18 - τις ουν μου εστιν ο μισθος ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον εις το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω
19 - ελευθερος γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τους πλειονας κερδησω
20 - και εγενομην τοις ιουδαιοις ως ιουδαιος ινα ιουδαιους κερδησω τοις υπο νομον ως υπο νομον μη ων αυτος υπο νομον ινα τους υπο νομον κερδησω
21 - τοις ανομοις ως ανομος μη ων ανομος θεου αλλ εννομος χριστου ινα κερδανω τους ανομους
22 - εγενομην τοις ασθενεσιν ασθενης ινα τους ασθενεις κερδησω τοις πασιν γεγονα παντα ινα παντως τινας σωσω
23 - παντα δε ποιω δια το ευαγγελιον ινα συγκοινωνος αυτου γενωμαι
24 - ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβειον ουτως τρεχετε ινα καταλαβητε
25 - πας δε ο αγωνιζομενος παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεις δε αφθαρτον
26 - εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως ουτως πυκτευω ως ουκ αερα δερων
27 - αλλα υπωπιαζω μου το σωμα και δουλαγωγω μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι