2 CORINTHIANS - Chapter 1

1 - παυλος αποστολος χριστου ιησου δια θεληματος θεου και τιμοθεος ο αδελφος τη εκκλησια του θεου τη ουση εν κορινθω συν τοις αγιοις πασιν τοις ουσιν εν ολη τη αχαια
2 - χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
3 - ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτιρμων και θεος πασης παρακλησεως
4 - ο παρακαλων ημας επι παση τη θλιψει ημων εις το δυνασθαι ημας παρακαλειν τους εν παση θλιψει δια της παρακλησεως ης παρακαλουμεθα αυτοι υπο του θεου
5 - οτι καθως περισσευει τα παθηματα του χριστου εις ημας ουτως δια του χριστου περισσευει και η παρακλησις ημων
6 - ειτε δε θλιβομεθα υπερ της υμων παρακλησεως και σωτηριας ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν
7 - και η ελπις ημων βεβαια υπερ υμων ειδοτες οτι ως κοινωνοι εστε των παθηματων ουτως και της παρακλησεως
8 - ου γαρ θελομεν υμας αγνοειν αδελφοι υπερ της θλιψεως ημων της γενομενης εν τη ασια οτι καθ υπερβολην υπερ δυναμιν εβαρηθημεν ωστε εξαπορηθηναι ημας και του ζην
9 - αλλα αυτοι εν εαυτοις το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτες ωμεν εφ εαυτοις αλλ επι τω θεω τω εγειροντι τους νεκρους
10 - ος εκ τηλικουτου θανατου ερρυσατο ημας και ρυσεται εις ον ηλπικαμεν [οτι] και ετι ρυσεται
11 - συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εις ημας χαρισμα δια πολλων ευχαριστηθη υπερ ημων
12 - η γαρ καυχησις ημων αυτη εστιν το μαρτυριον της συνειδησεως ημων οτι εν απλοτητι και ειλικρινεια του θεου [και] ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερως δε προς υμας
13 - ου γαρ αλλα γραφομεν υμιν αλλ η α αναγινωσκετε η και επιγινωσκετε ελπιζω δε οτι εως τελους επιγνωσεσθε
14 - καθως και επεγνωτε ημας απο μερους οτι καυχημα υμων εσμεν καθαπερ και υμεις ημων εν τη ημερα του κυριου [ημων] ιησου
15 - και ταυτη τη πεποιθησει εβουλομην προτερον προς υμας ελθειν ινα δευτεραν χαριν σχητε
16 - και δι υμων διελθειν εις μακεδονιαν και παλιν απο μακεδονιας ελθειν προς υμας και υφ υμων προπεμφθηναι εις την ιουδαιαν
17 - τουτο ουν βουλομενος μητι αρα τη ελαφρια εχρησαμην η α βουλευομαι κατα σαρκα βουλευομαι ινα η παρ εμοι το ναι ναι και το ου ου
18 - πιστος δε ο θεος οτι ο λογος ημων ο προς υμας ουκ εστιν ναι και ου
19 - ο του θεου γαρ υιος ιησους χριστος ο εν υμιν δι ημων κηρυχθεις δι εμου και σιλουανου και τιμοθεου ουκ εγενετο ναι και ου αλλα ναι εν αυτω γεγονεν
20 - οσαι γαρ επαγγελιαι θεου εν αυτω το ναι διο και δι αυτου το αμην τω θεω προς δοξαν δι ημων
21 - ο δε βεβαιων ημας συν υμιν εις χριστον και χρισας ημας θεος
22 - ο και σφραγισαμενος ημας και δους τον αρραβωνα του πνευματος εν ταις καρδιαις ημων
23 - εγω δε μαρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχην οτι φειδομενος υμων ουκετι ηλθον εις κορινθον
24 - ουχ οτι κυριευομεν υμων της πιστεως αλλα συνεργοι εσμεν της χαρας υμων τη γαρ πιστει εστηκατε