2 CORINTHIANS - Chapter 10

1 - αυτος δε εγω παυλος παρακαλω υμας δια της πραυτητος και επιεικειας του χριστου ος κατα προσωπον μεν ταπεινος εν υμιν απων δε θαρρω εις υμας
2 - δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας
3 - εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα
4 - τα γαρ οπλα της στρατειας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων λογισμους καθαιρουντες
5 - και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου
6 - και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη
7 - τα κατα προσωπον βλεπετε ει τις πεποιθεν εαυτω χριστου ειναι τουτο λογιζεσθω παλιν εφ εαυτου οτι καθως αυτος χριστου ουτως και ημεις
8 - εαν [τε] γαρ περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων ης εδωκεν ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν υμων ουκ αισχυνθησομαι
9 - ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων
10 - οτι αι επιστολαι μεν φησιν βαρειαι και ισχυραι η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος
11 - τουτο λογιζεσθω ο τοιουτος οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες τοιουτοι και παροντες τω εργω
12 - ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτους τισιν των εαυτους συνιστανοντων αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρινοντες εαυτους εαυτοις ου συνιασιν
13 - ημεις δε ουκ εις τα αμετρα καυχησομεθα αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θεος μετρου εφικεσθαι αχρι και υμων
14 - ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου
15 - ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις ελπιδα δε εχοντες αυξανομενης της πιστεως υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν
16 - εις τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι
17 - ο δε καυχωμενος εν κυριω καυχασθω
18 - ου γαρ ο εαυτον συνιστανων εκεινος εστιν δοκιμος αλλα ον ο κυριος συνιστησιν