2 CORINTHIANS - Chapter 13

1 - τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα
2 - προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι
3 - επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν
4 - και γαρ εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου εις υμας
5 - εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν ει μητι αδοκιμοι εστε
6 - ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι
7 - ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν
8 - ου γαρ δυναμεθα τι κατα της αληθειας αλλα υπερ της αληθειας
9 - χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν
10 - δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ εις καθαιρεσιν
11 - λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων
12 - ασπασασθε αλληλους εν αγιω φιληματι ασπαζονται υμας οι αγιοι παντες
13 - η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων