2 CORINTHIANS - Chapter 2

1 - εκρινα γαρ εμαυτω τουτο το μη παλιν εν λυπη προς υμας ελθειν
2 - ει γαρ εγω λυπω υμας και τις ο ευφραινων με ει μη ο λυπουμενος εξ εμου
3 - και εγραψα τουτο αυτο ινα μη ελθων λυπην σχω αφ ων εδει με χαιρειν πεποιθως επι παντας υμας οτι η εμη χαρα παντων υμων εστιν
4 - εκ γαρ πολλης θλιψεως και συνοχης καρδιας εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερως εις υμας
5 - ει δε τις λελυπηκεν ουκ εμε λελυπηκεν αλλα απο μερους ινα μη επιβαρω παντας υμας
6 - ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλειονων
7 - ωστε τουναντιον μαλλον υμας χαρισασθαι και παρακαλεσαι μη πως τη περισσοτερα λυπη καταποθη ο τοιουτος
8 - διο παρακαλω υμας κυρωσαι εις αυτον αγαπην
9 - εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εις παντα υπηκοοι εστε
10 - ω δε τι χαριζεσθε καγω και γαρ εγω ο κεχαρισμαι ει τι κεχαρισμαι δι υμας εν προσωπω χριστου
11 - ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν
12 - ελθων δε εις την τρωαδα εις το ευαγγελιον του χριστου και θυρας μοι ανεωγμενης εν κυριω
13 - ουκ εσχηκα ανεσιν τω πνευματι μου τω μη ευρειν με τιτον τον αδελφον μου αλλα αποταξαμενος αυτοις εξηλθον εις μακεδονιαν
14 - τω δε θεω χαρις τω παντοτε θριαμβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω
15 - οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις
16 - οις μεν οσμη εκ θανατου εις θανατον οις δε οσμη εκ ζωης εις ζωην και προς ταυτα τις ικανος
17 - ου γαρ εσμεν ως οι πολλοι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ειλικρινειας αλλ ως εκ θεου κατεναντι θεου εν χριστω λαλουμεν