2 CORINTHIANS - Chapter 3

1 - αρχομεθα παλιν εαυτους συνιστανειν η μη χρηζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων
2 - η επιστολη ημων υμεις εστε εγγεγραμμενη εν ταις καρδιαις ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων
3 - φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλαξιν λιθιναις αλλ εν πλαξιν καρδιαις σαρκιναις
4 - πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον
5 - ουχ οτι αφ εαυτων ικανοι εσμεν λογισασθαι τι ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου
6 - ος και ικανωσεν ημας διακονους καινης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτεννει το δε πνευμα ζωοποιει
7 - ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τους υιους ισραηλ εις το προσωπον μωυσεως δια την δοξαν του προσωπου αυτου την καταργουμενην
8 - πως ουχι μαλλον η διακονια του πνευματος εσται εν δοξη
9 - ει γαρ τη διακονια της κατακρισεως δοξα πολλω μαλλον περισσευει η διακονια της δικαιοσυνης δοξη
10 - και γαρ ου δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει εινεκεν της υπερβαλλουσης δοξης
11 - ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη
12 - εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα
13 - και ου καθαπερ μωυσης ετιθει καλυμμα επι το προσωπον αυτου προς το μη ατενισαι τους υιους ισραηλ εις το τελος του καταργουμενου
14 - αλλα επωρωθη τα νοηματα αυτων αχρι γαρ της σημερον ημερας το αυτο καλυμμα επι τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον οτι εν χριστω καταργειται
15 - αλλ εως σημερον ηνικα αν αναγινωσκηται μωυσης καλυμμα επι την καρδιαν αυτων κειται
16 - ηνικα δε εαν επιστρεψη προς κυριον περιαιρειται το καλυμμα
17 - ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου ελευθερια
18 - ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος