2 CORINTHIANS - Chapter 5

1 - οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις
2 - και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες
3 - ει γε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα
4 - και γαρ οι οντες εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο της ζωης
5 - ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος ο δους ημιν τον αρραβωνα του πνευματος
6 - θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου
7 - δια πιστεως γαρ περιπατουμεν ου δια ειδους
8 - θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον
9 - διο και φιλοτιμουμεθα ειτε ενδημουντες ειτε εκδημουντες ευαρεστοι αυτω ειναι
10 - τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν ειτε αγαθον ειτε φαυλον
11 - ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι
12 - ου παλιν εαυτους συνιστανομεν υμιν αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων ινα εχητε προς τους εν προσωπω καυχωμενους και μη εν καρδια
13 - ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν
14 - η γαρ αγαπη του χριστου συνεχει ημας κριναντας τουτο οτι εις υπερ παντων απεθανεν αρα οι παντες απεθανον
15 - και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι
16 - ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν
17 - ωστε ει τις εν χριστω καινη κτισις τα αρχαια παρηλθεν ιδου γεγονεν καινα
18 - τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης
19 - ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενος αυτοις τα παραπτωματα αυτων και θεμενος εν ημιν τον λογον της καταλλαγης
20 - υπερ χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω
21 - τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεις γενωμεθα δικαιοσυνη θεου εν αυτω