2 CORINTHIANS - Chapter 6

1 - συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας
2 - λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας
3 - μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια
4 - αλλ εν παντι συνισταντες εαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις
5 - εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις
6 - εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω
7 - εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων
8 - δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις
9 - ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι
10 - ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες
11 - το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται
12 - ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων
13 - την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις
14 - μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια η τις κοινωνια φωτι προς σκοτος
15 - τις δε συμφωνησις χριστου προς βελιαρ η τις μερις πιστω μετα απιστου
16 - τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων ημεις γαρ ναος θεου εσμεν ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μου λαος
17 - διο εξελθατε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας
18 - και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ