2 CORINTHIANS - Chapter 9

1 - περι μεν γαρ της διακονιας της εις τους αγιους περισσον μοι εστιν το γραφειν υμιν
2 - οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι μακεδοσιν οτι αχαια παρεσκευασται απο περυσι και το υμων ζηλος ηρεθισεν τους πλειονας
3 - επεμψα δε τους αδελφους ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερει τουτω ινα καθως ελεγον παρεσκευασμενοι ητε
4 - μη πως εαν ελθωσιν συν εμοι μακεδονες και ευρωσιν υμας απαρασκευαστους καταισχυνθωμεν ημεις ινα μη λεγω υμεις εν τη υποστασει ταυτη
5 - αναγκαιον ουν ηγησαμην παρακαλεσαι τους αδελφους ινα προελθωσιν εις υμας και προκαταρτισωσιν την προεπηγγελμενην ευλογιαν υμων ταυτην ετοιμην ειναι ουτως ως ευλογιαν και μη ως πλεονεξιαν
6 - τουτο δε ο σπειρων φειδομενως φειδομενως και θερισει και ο σπειρων επ ευλογιαις επ ευλογιαις και θερισει
7 - εκαστος καθως προηρηται τη καρδια μη εκ λυπης η εξ αναγκης ιλαρον γαρ δοτην αγαπα ο θεος
8 - δυνατει δε ο θεος πασαν χαριν περισσευσαι εις υμας ινα εν παντι παντοτε πασαν αυταρκειαν εχοντες περισσευητε εις παν εργον αγαθον
9 - καθως γεγραπται εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενει εις τον αιωνα
10 - ο δε επιχορηγων σπορον τω σπειροντι και αρτον εις βρωσιν χορηγησει και πληθυνει τον σπορον υμων και αυξησει τα γενηματα της δικαιοσυνης υμων
11 - εν παντι πλουτιζομενοι εις πασαν απλοτητα ητις κατεργαζεται δι ημων ευχαριστιαν τω θεω
12 - οτι η διακονια της λειτουργιας ταυτης ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω
13 - δια της δοκιμης της διακονιας ταυτης δοξαζοντες τον θεον επι τη υποταγη της ομολογιας υμων εις το ευαγγελιον του χριστου και απλοτητι της κοινωνιας εις αυτους και εις παντας
14 - και αυτων δεησει υπερ υμων επιποθουντων υμας δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν
15 - χαρις τω θεω επι τη ανεκδιηγητω αυτου δωρεα