GALATIANS - Chapter 1

1 - παυλος αποστολος ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατρος του εγειραντος αυτον εκ νεκρων
2 - και οι συν εμοι παντες αδελφοι ταις εκκλησιαις της γαλατιας
3 - χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
4 - του δοντος εαυτον υπερ των αμαρτιων ημων οπως εξεληται ημας εκ του αιωνος του ενεστωτος πονηρου κατα το θελημα του θεου και πατρος ημων
5 - ω η δοξα εις τους αιωνας των αιωνων αμην
6 - θαυμαζω οτι ουτως ταχεως μετατιθεσθε απο του καλεσαντος υμας εν χαριτι [χριστου] εις ετερον ευαγγελιον
7 - ο ουκ εστιν αλλο ει μη τινες εισιν οι ταρασσοντες υμας και θελοντες μεταστρεψαι το ευαγγελιον του χριστου
8 - αλλα και εαν ημεις η αγγελος εξ ουρανου ευαγγελιζηται [υμιν] παρ ο ευηγγελισαμεθα υμιν αναθεμα εστω
9 - ως προειρηκαμεν και αρτι παλιν λεγω ει τις υμας ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εστω
10 - αρτι γαρ ανθρωπους πειθω η τον θεον η ζητω ανθρωποις αρεσκειν ει ετι ανθρωποις ηρεσκον χριστου δουλος ουκ αν ημην
11 - γνωριζω γαρ υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον
12 - ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεως ιησου χριστου
13 - ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην
14 - και προεκοπτον εν τω ιουδαισμω υπερ πολλους συνηλικιωτας εν τω γενει μου περισσοτερως ζηλωτης υπαρχων των πατρικων μου παραδοσεων
15 - οτε δε ευδοκησεν [ο θεος] ο αφορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου
16 - αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοις εθνεσιν ευθεως ου προσανεθεμην σαρκι και αιματι
17 - ουδε ανηλθον εις ιεροσολυμα προς τους προ εμου αποστολους αλλα απηλθον εις αραβιαν και παλιν υπεστρεψα εις δαμασκον
18 - επειτα μετα ετη τρια ανηλθον εις ιεροσολυμα ιστορησαι κηφαν και επεμεινα προς αυτον ημερας δεκαπεντε
19 - ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου
20 - α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι
21 - επειτα ηλθον εις τα κλιματα της συριας και της κιλικιας
22 - ημην δε αγνοουμενος τω προσωπω ταις εκκλησιαις της ιουδαιας ταις εν χριστω
23 - μονον δε ακουοντες ησαν οτι ο διωκων ημας ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει
24 - και εδοξαζον εν εμοι τον θεον