GALATIANS - Chapter 3

1 - ω ανοητοι γαλαται τις υμας εβασκανεν οις κατ οφθαλμους ιησους χριστος προεγραφη εσταυρωμενος
2 - τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως
3 - ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε
4 - τοσαυτα επαθετε εικη ει γε και εικη
5 - ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως
6 - καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην
7 - γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι υιοι εισιν αβρααμ
8 - προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη
9 - ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ
10 - οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ οτι επικαταρατος πας ος ουκ εμμενει πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα
11 - οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται
12 - ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ζησεται εν αυτοις
13 - χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα οτι γεγραπται επικαταρατος πας ο κρεμαμενος επι ξυλου
14 - ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως
15 - αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται
16 - τω δε αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ος εστιν χριστος
17 - τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου ο μετα τετρακοσια και τριακοντα ετη γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν
18 - ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος
19 - τι ουν ο νομος των παραβασεων χαριν προσετεθη αχρις ου ελθη το σπερμα ω επηγγελται διαταγεις δι αγγελων εν χειρι μεσιτου
20 - ο δε μεσιτης ενος ουκ εστιν ο δε θεος εις εστιν
21 - ο ουν νομος κατα των επαγγελιων [του θεου] μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως εκ νομου αν ην η δικαιοσυνη
22 - αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν
23 - προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκλειομενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι
24 - ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ινα εκ πιστεως δικαιωθωμεν
25 - ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν
26 - παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου
27 - οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθε
28 - ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος ουδε ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εστε εν χριστω ιησου
29 - ει δε υμεις χριστου αρα του αβρααμ σπερμα εστε κατ επαγγελιαν κληρονομοι